previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Αἰσχύλος τραγικὸς γένει μέν ἐστιν Ἀθηναῖος, Ἐλευσίνιος τῶν δήμων, υἱὸς Εὐφορίωνος, Κυνεγείρου ἀδελφός, ἐξ εὐπατριδῶν τὴν φύσιν: νέος δὲ ἤρξατο τῶν τραγῳδιῶν, καὶ πολὺ τοὺς πρὸ ἑαυτοῦ ὑπερῆρε κατά τε τὴν ποίησιν καὶ τὴν διάθεσιν τῆς σκηνῆς, τήν τε λαμπρότητα τῆς χορηγίας, καὶ τὴν σκευὴν τῶν ὑποκριτῶν, τήν τε τοῦ χοροῦ σεμνότητα, ὡς καὶ Ἀριστοφάνης:

ἀλλ᾽ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ
καὶ κοσμήσας τραγικὸν λῆρον.

Aristoph. Frogs 1004.
συνεχρόνισε δὲ Πινδάρῳ, γεγονὼς κατὰ τὴν ξγ́ Ὀλυμπιάδα ... ἐβίωσε δὲ ἔτη ξθ́, ἐν οἷς ἐποίησε δράματα ό, καὶ ἐπὶ τούτοις σατυρικὰ ἀμφὶ τὰ πέντε: νίκας δὲ τὰς πάσας εἴληφε τρισκαίδεκα, οὐκ ὀλίγας δὲ μετὰ τελευτὴν νίκας ἀπηνέγκατο.

Vit. Aesch. 1

“( 48 ) ἀφ᾽ οὗ ἐν Μαραθῶνι μάχη ἐγένετο Ἀθηναίοις πρὸς τοὺς Πέρσας Ἀρταφέρνην τε τὸν Δαρείου ἀδελφιδοῦν καὶ Δᾶτιν στρατηγόν, ἣν ἐνίκων Ἀθηναῖοι, ἔτη ΗΗΔΔΓΙΙ, ἄρχοντος Ἀθήνησιν τοῦ δευτέρου Φαινιππίδου: ἐν μάχῃ συνηγωνίσατο Αἰσχύλος ποιητὴς ἐτῶν ὢν ΔΔΔΓ.” Marm. Par. 62
ἀφ᾽ οὗ Αἰσχύλος ποιητὴς τραγῳδίᾳ πρῶτον ἐνίκησε ... ἔτη ΗΗΔΔΙΙ, ἄρχοντος Ἀθήνησι Φιλοκράτους.” Marm. Par. 65 (50)
ἀφ᾽ οὗ Ἀἰσχύλος ποιητὴς βιώσας ἔτη ΓΔΓΙΙΙΙ ἐτελεύτησεν ἐν Γέλᾳ τῆς Σικελίας ἔτη ΗΓΔΔΔΔΙΙΙ, ἄρχοντος Ἀθήνησι Καλλίου τοῦ προτέρου.” Marm. Par. 74 (59)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: