ἐλεγείων
1
1-4
Ὦ ἄνα, Λητοῦς υἱέ, Διὸς τέκος, οὔποτε σεῖολήσομαι ἀρχόμενος οὐδ᾽ ἀποπαυόμενος,
ἀλλ᾽ αἰεὶ πρῶτόν τε καὶ ὕστατον ἔν τε μέσοισιν
ἀείσω: σὺ δέ μοι κλῦθι καὶ ἐσθλὰ δίδου.
5-10
5Φοῖβε ἄναξ, ὅτε μέν σε θεὰ τέκε πότνια Λητώ,φοίνικος ῥαδινῇς χερσὶν ἐφαψαμένη,
ἀθανάτων κάλλιστον, ἐπὶ τροχοειδέϊ λίμνῃ,
πᾶσα μὲν ἐπλήσθη Δῆλος ἀπειρεσίη
ὀδμῆς ἀμβροσίης, ἐγέλασσε δὲ γαῖα πελώρη
γήθησεν δὲ βαθὺς πόντος ἁλὸς πολιῆς.
11-14
Ἄρτεμι θηροφόνη, θύγατερ Διός, ἣν Ἀγαμέμνωνεἵσαθ᾽ ὅτ᾽ ἐς Τροίην ἔπλεε νηυσὶ θοῇς,
εὐχομένῳ μοι κλῦθι, κακὰς δ᾽ ἀπὸ κῆρας ἄλαλκε:
σοὶ μὲν τοῦτο, θεά, σμικρόν, ἐμοὶ δὲ μέγα.
15-18
15Μοῦσαι καὶ Χάριτες, κοῦραι Διός, αἵ ποτε Κάδμουἐς γάμον ἐλθοῦσαι καλὸν ἀείσατ᾽ ἔπος:
‘ὅττι καλόν, φίλον ἐστι, τὸ δ᾽ οὐ καλὸν οὐ φίλον ἐστίν:’
τοῦτ᾽ ἔπος ἀθανάτων ἦλθε διὰ στομάτων.
19-38
Κύρνε, σοφιζομένῳ μὲν ἐμοὶ σφρηγὶς ἐπικείσθωτοῖσδ᾽ ἔπεσιν, λήσει δ᾽ οὔποτε κλεπτόμενα,
οὐδέ τις ἀλλάξει κάκιον τοὐσθλοῦ παρεόντος,
ὧδε δὲ πᾶς τις ἐρεῖ: ‘Θεύγνιδός ἐστιν ἔπη
τοῦ Μεγαρέως πάντας δὲ κατ᾽ ἀνθρώπους ὀνομαστοῦ,’
ἀστοῖσιν δ᾽ οὔπω πᾶσιν ἁδεῖν δύναμαι:
οὐδὲν θαυμαστόν, Πολυπαΐδη: οὐδὲ γὰρ ὁ Ζεὺς
οὔθ᾽ ὕων πάντεσσ᾽ ἁνδάνει οὔτ᾽ ἀνέχων.
σοὶ δ᾽ ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷά περ αὐτός,
Κύρν᾽, ἀπὸ τῶν ἀγαθῶν παῖς ἔτ᾽ ἐὼν ἔμαθον.
πέπνυσο, μηδ᾽ αἰσχροῖσιν ἐπ᾽ ἔργμασι μηδ᾽ ἀδίκοισιν
30τιμὰς μηδ᾽ ἀρετὰς ἕλκεο μηδ᾽ ἄφενος.
ταῦτα μὲν οὕτως ἴσθι: κακοῖσι δὲ μὴ προσομίλει
ἀνδράσιν, ἀλλ᾽ αἰεὶ τῶν ἀγαθῶν ἔχεο:
καὶ παρὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν
ἵζε καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις.
35ἐσθλῶν μὲν γὰρ ἄπ᾽ ἐσθλὰ μαθήσεαι: ἢν δὲ κακοῖσιν
συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.
ταῦτα μαθὼν ἀγαθοῖσιν ὁμίλεε, καὶ ποτε φήσεις
εὖ συμβουλεύειν τοῖσι φίλοισιν ἐμέ.
39-42
Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκῃ ἄνδραεὐθυντῆρα κακῆς ὕβριος ἡμετέρης.
ἀστοὶ μὲν γὰρ ἔθ᾽ οἵδε σαόφρονες, ἡγεμόνες δὲ
τετράφαται πολλὴν ἐς κακότητα πεσεῖν.
43-52
οὐδεμίαν πω, Κύρν᾽, ἀγαθοὶ πόλιν ὤλεσαν ἄνδρες:ἀλλ᾽ ὅταν ὑβρίζειν τοῖσι κακοῖσιν ἅδῃ
δῆμόν τε φθείρωσι δίκας τ᾽ ἀδίκοισι διδῶσιν
οἰκείων κερδέων εἵνεκα καὶ κράτεος,
ἔλπεο μὴ δηρὸν κείνην πόλιν ἀτρεμιεῖσθαι
μηδ᾽ εἰ νῦν κεῖται πολλῇ ἐν ἡσυχίῃ,
εὖτ᾽ ἂν τοῖσι κακοῖσι φίλ᾽ ἀνδράσι ταῦτα γένηται
κέρδεα δημοσίῳ σὺν κακῷ ἐρχόμενα.
ἐκ τῶν γὰρ στάσιές τε καὶ ἔμφυλοι φόνοι ἀνδρῶν
μούναρχοί θ᾽: ἃ πόλει μήποτε τῇδε ἅδοι.
53-60
Κύρνε πόλις μὲν ἔθ᾽ ἥδε πόλις, λαοὶ δὲ δὴ ἄλλοι,οἳ πρόσθ᾽ οὔτε δίκας ᾔδεσαν οὔτε νόμους,
ἀλλ᾽ ἀμφὶ πλευραῖσι δορὰς αἰγῶν κατέτριβον,
ἔζω δ᾽ ὥστ᾽ ἔλαφοι τῆσδ᾽ ἐνεμοντο πό εο ς.
καὶ νῦν εἰσ᾽ ἀγαθοί, πολυπαΐδη: οἱ δὲ πρὶν ἐσθλοὶ
νῦν δειλοί. τίς κεν ταῦτ᾽ ἀνεχοιτ᾽ ἐσορῶν;
ἀλλήλους δ᾽ ἀπατῶσιν ἐπ᾽ ἀλλήλοισι γελῶντες,
οὔτε κακῶν γνώμας εἰδότες οὔτ᾽ ἀγαθῶν.
61-68
μηδένα τῶνδε φίλον ποιεῦ, Πολυπαΐδη, ἀστῶνἐκ θυμοῦ χρείης εἵνεκα μηδεμιῆς:
ἀλλὰ δόκει μὲν πᾶσιν ἀπὸ γλώσσης φίλος εἶναι,
χρῆμα δὲ συμμείξῃς μηδενὶ μηδ᾽ ὁτιοῦν
σπουδαῖον: γνώσῃ γὰρ ὀϊζυρῶν φρένας ἀνδρῶν,
ὥς σφιν ἐπ᾽ ἔργοισιν πίστις ἔπ᾽ οὐδεμία,
ἀλλὰ δόλους τ᾽ ἀπάτας τε πολυπλοκίας τ᾽ ἐφίλησαν
οὕτως ὡς ἄνδρες μηκέτι σῳζόμενοι.
69-72
μήποτε, Κύρνε, κακῷ πίσυνος βούλευε σὺν ἀνδρί,εὖτ᾽ ἂν σπουδαῖον πρῆγμ᾽ ἐθέλῃς τελέσαι,
ἀλλὰ μετ᾽ ἐσθλὸν ἰὼν βούλευ καὶ πολλὰ μογήσας
καὶ μακρὴν ποσσὶν, Κύρν᾽, ὁδὸν ἐκτελέσας.
73-74
πρῆξιν μηδὲ φίλοισιν ὅλως ἀνακοινέο πᾶσι:παῦροί τοι πολλῶν πιστὸν ἔχουσι νόον.
75-76
75Παύροισιν πίσυνος μεγάλ᾽ ἀνδράσιν ἔργ᾽ ἐπιχείρει,μή ποτ᾽ ἀνήκεστον, Κύρνε, λάβῃς ἀνίην.
77-78
πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαιἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ.
79-82
παύρους εὑρήσεις, Πολυπαΐδη, ἄνδρας ἑταίρουςπιστοὺς ἐν χαλεποῖς πρήγμασι γινομένους,
οἵτινες ἂν τολμῷεν ὁμόφρονα θυμὸν ἔχοντες
ἶσον τῶν ἀγαθῶν τῶν τε κακῶν μετέχειν.
83-86
τούτων οὐχ εὕροις διζήμενος, οὐδ᾽ ἐπὶ πάνταςἀνθρώπους, οὓς ναῦς μὴ μία πάντας ἄγοι,
οἷσιν ἐπὶ γλώσσῃ τε καὶ ὀφθαλμοῖσιν ἔπεστιν
αἰδώς, οὐδ᾽ αἰσχρὸν χρῆμ᾽ ἔπι κέρδος ἄγει.
87-92
μή μ᾽ ἔπεσιν μὲν στέργε νόον δ᾽ ἔχε καὶ φρένας ἄλλῃ,εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος,
ἀλλὰ φίλει καθαρὸν θέμενος νόον, ἤ μ᾽ ἀποειπὼν
90ἔχθαιρ᾽ ἀμφαδίην νεῖκος ἀειράμενος.
ὃς δὲ μιῇ γλώσσῃ δίχ᾽ ἔχει νόον, οὗτος ἑταῖρος
δεινός, Κύρν᾽, ἐχθρὸς βέλτερος ἢ φίλος ὤν.
93-100
ἤν τις ἐπαινήσῃ σε τόσον χρόνον ὅσσον ὁρῴηνοσφισθεὶς δ᾽ ἄλλῃ γλῶσσαν ἱῇσι κακήν,
τοιοῦτός τοι ἑταῖρος ἀνὴρ φίλος οὔτι μάλ᾽ ἐσθλός,
ὅς κ᾽ εἴπῃ λῷα φρονῇ δ᾽ ἕτερα.
ἀλλ᾽ εἴη τοιοῦτος ἐμοὶ φίλος, ὃς τὸν ἑταῖρον
γινώσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει
ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, ταῦτ᾽ ἐνὶ θυμῷ
φράζεο, καί ποτέ μου μνήσεαι ἐξοπίσω.
101-104
μηδείς σ᾽ ἀνθρώπων πείσαι κακὸν ἄνδρα φιλῆσαι,Κύρνε: τί δ᾽ ἔστ᾽ ὄφελος δειλὸς ἀνὴρ φίλος ὤν;
οὔτ᾽ ἄν σ᾽ ἐκ χαλεποῖο πόνου ῥύσαιτο καὶ ἄτης,
οὔτε τι ἐσθλὸν ἔχων τοῦ μεταδοῦν ἐθέλοι.
105-112
105δειλοὺς εὖ ἕρδοντι ματαιοτάτη χάρις ἐστίν:ἶσον καὶ σπείρειν πόντον ἁλὸς πολιῆς.
οὔτε γὰρ ἂν πόντον σπείρων βαθὺ λήϊον ἀμῷς,
οὔτε κακοὺς εὖ δρῶν εὖ πάλιν ἀντιλάβοις.
ἄπληστον γὰρ ἔχουσι κακοὶ νόον: ἢν δ᾽ ἓν ἁμάρτῃς,
τῶν πρόσθεν πάντων ἐκκέχυται φιλότης:
οἱ δ᾽ ἀγαθοὶ τὸ κάκιστον ἀμαυρίσκουσι παθόντες,
μνῆμα δ᾽ ἔχουσ᾽ ἀγαθῶν καὶ χάριν ἐξοπίσω.
113-114
μήποτέ τοι κακὸν ἄνδρα φίλον ποιεῖσθαι ἑταῖρον,ἀλλ᾽ αἰεὶ φεύγειν ὥστε κακὸν λιμένα.
115-116
115πολλοί τοι πόσιος καὶ βρώσιός εἰσιν ἑταῖροι,ἐν δὲ σπουδαίῳ πρήγματι παυρότεροι.
117-118
κιβδήλου δ᾽ ἀνδρὸς γνῶναι χαλεπώτερον οὐδέν,Κύρν᾽, οὐδ᾽ εὐλαβιης ἔσθ᾽ ὅτι δεῖ πλέονος.
119-128
χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἀνσχετὸς ἄτη,Κύρνε, καὶ ἐξευρεῖν ῥᾴδιον ἀνδρὶ σοφῷ:
εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεσσι λελήθῃ
ψυδρὸς ἐών, δόλιον δ᾽ ἐν φρεσὶν ἦτορ ἔχῃ,
τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσιν,
καὶ γνῶναι πάντων τοῦτ᾽ ἀνιηρότατον.
οὐ γὰρ ἂν εἰδείης ἀνδρὸς νόον οὐδὲ γυναικός,
πρὶν πειρηθείης ὥσπερ ὑποζυγίου:
οὐδέ κεν εἰκάσσαις ὥσπερ ποτ᾽ ἐς ὤνιον ἐλθών:
πολλάκι γὰρ γνώμην ἐξαπατῶσ᾽ ἰδέαι.
129-130
μήτ᾽ ἀρετὴν εὔχου, Πολυπαΐδη, ἔξοχος εἶναι,μήτ᾽ ἄφενος: μοῦνον δ᾽ ἀνδρὶ γένοιτο τύχη.
131-132
οὐδὲν ἐν ἀνθρώποισι πατρὸς καὶ μητρὸς ἄμεινονἔπλετο τοῖς ὁσίη, Κύρνε, μέμηλε δίκη.
133-142
οὐδείς, Κύρν᾽, ἄτης καὶ κέρδεος αἴτιος αὐτός,ἀλλὰ θεοὶ τούτων δώτορες ἀμφοτέρων:
οὐδέ τις ἀνθρώπων ἐργάζεται ἐν φρεσὶν εἰδὼς
ἐς τέλος εἴτ᾽ ἀγαθὸν κίνυται εἴτε κακόν.
πολλάκι γὰρ δοκέων θήσειν κακὸν ἐσθλὸν ἔθηκεν
καί τε δοκῶν θήσειν ἐσθλὸν ἔθηκε κακόν.
οὐδέ τῳ ἀνθρώπων παραγίνεται ὅσσα θέλῃσιν:
ἴσχει γὰρ χαλεπῆς πείρατ᾽ ἀμηχανίης.
ἄνθρωποι δὲ μάταια νομίζομεν, εἰδοτες οὐδέν:
θ εο ὶ δὲ κατὰ σφέτερον πάντα τελοῦσι νόον.
143-144
οὐδείς πω ξεῖνον, Πολυπαΐδη, ἐξαπατήσαςοὐδ᾽ ἱκέτην θνητῶν ἀθανάτους ἔλαθεν.
145-148
145βούλεο δ᾽ εὐσεβέων ὀλίγοις σὺν χρήμασιν οἰκεῖνἢ πλουτεῖν ἀδίκως χρήματα πασάμενος.
ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ᾽ ἀρετή 'στι,
πᾶς δέ τ᾽ ἀνὴρ ἀγαθός, Κύρνε, δίκαιος ἐών.
149-150
χρήματα μὲν δαίμων καὶ παγκάκῳ ἀνδρὶ δίδωσιν,Κύρν᾽: ἀρετῆς δ᾽ ὀλίγοις ἀνδράσι μοῖρ᾽ ἕπεται.
151-152
Γ̔́βριν, Κύρνε, θεὸς πρῶτον κακῷ ὤπασεν ἀνδρί,οὗ μέλλει χώρην μηδεμίαν θέμεναι.
153-154
τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηταιἀνθρώπῳ, καὶ ὅτῳ μὴ νόος ἄρτιος ᾖ.
155-158
155μήποτέ μοι πενίην θυμοφθόρον ἀνδρὶ χολωθεὶςμηδ᾽ ἀχρημοσύνην οὐλομένην πρόφερε:
Ζεὺς γάρ τοι τὸ τάλαντον ἐπιρρέπει ἄλλοτε ἄλλως,
ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε μηδὲν ἔχειν.
159-160
μήποτε, Κύρν᾽, ἀγορᾶσθαι ἔπος μέγα: οἶδε γὰρ οὐδεὶςἀνθρώπων ὅτι νὺξ χἠμέρη ἀνδρὶ τελεῖ.
161-164
πολλοί τοι χρῶνται δειλαῖς φρεσί, δαίμονι δ᾽ ἐσθλῷ,οἷς τὸ κακὸν δοκέον γίγνεται εἰς ἀγαθόν:
εἰσὶν δ᾽ οἳ βουλῇ τ᾽ ἀγαθῇ καὶ δαίμονι δειλῷ
μοχθίζουσι, τέλος δ᾽ ἔργμασιν οὐχ ἕπεται.
165-166
165οὐδεὶς ἀνθρώπων οὔτ᾽ ὄλβιος οὔτε πενιχρὸςοὔτε κακὸς νόσφιν δαίμονος οὔτ᾽ ἀγαθός.
167-168
ἄλλ᾽ ἄλλῳ κακόν ἐστι, τὸ δ᾽ ἀτρεκὲς ὄλβιος οὐδεὶςἀνθρώπων ὁπόσους ἠέλιος καθορᾷ.
169-170
ὃν δὲ θεοὶ τιμώσ᾽, ὃν χὠ μωμεύμενος αἰνεῖ:ἀνδρὸς δὲ σπουδὴ γίνεται οὐδεμία.
171-172
θ εο ῖς εὔχου: θ εο ῖς ἐστιν ἔπι κράτος: οὔτοι ἄτερ θεῶ νγίνεται ἀνθρώποις οὔτ᾽ ἀγάθ᾽ οὔτε κακά.
173-178
ἄνδρ᾽ ἀγαθὸν πενίη πάντων δάμνησι μάλιστακαὶ γήρως πολιοῦ, Κύρνε, καὶ ἠπιάλου:
ἣν δὴ χρὴ φεύγοντα καὶ ἐς βαθυκήτεα πόντον
ῥιπτεῖν καὶ πετρέων, Κύρνε, κατ᾽ ἠλιβάτων.
πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν
οὔθ᾽ ἕρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται.
179-180
χρὴ γὰρ ὁμῶς ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσηςδίζησθαι χαλεπῆς, Κύρνε, λύσιν πενίης.
181-182
τεθνάμεναι, φίλε Κύρνε, πενιχρῷ βέλτερον ἀνδρὶἢ ζώειν χαλεπῇ τειρόμενον πενίῃ.
183-192
κριοὺς μὲν καὶ ὄνους διζήμεθα, Κύρνε, καὶ ἵππουςεὐγενέας, καὶ τις βούλεται ἐξ ἀγαθῶν
πάσασθαι: γῆμαι δὲ κακὴν κακοῦ οὐ μελεδαίνει
ἐσθλὸς ἀνήρ, ἤν τις χρήματα πολλὰ διδῷ:
οὐδὲ γυνὴ κακοῦ ἀνδρὸς ἀναίνεται εἶναι ἄκοιτις
πλουσίου, ἀλλ᾽ ἀφνεὸν βούλεται ἀντ᾽ ἀγαθοῦ.
χρήματα γὰρ τιμῶσι: καὶ ἐκ κακοῦ ἐσθλὸς ἔγημεν
καὶ κακὸς ἐξ ἀγαθοῦ: πλοῦτος ἔμειξε γένος.
οὕτω μὴ θαύμαζε γένος, Πολυπαΐδη, ἀστῶν
μαυροῦσθαι: σὺν γὰρ μίσγεται ἐσθλὰ κακοῖς.
193-196
αὐτὸς ὁ τοιαύτην εἰδὼς κακόπατριν ἐοῦσανεἰς οἴκους ἄγεται χρήμασι πείθομενος,
εὔδοξος κακόδοξον, ἐπεὶ κρατερή μιν ἀνάγκη
ἐντύει, ἥτ᾽ ἀνδρὸς τλήμονα θῆκε νόον.
197-208
χρῆμα δ᾽ ὃ μὲν Διόθεν καὶ σὺν δίκῃ ἀνδρὶ γένηταικαὶ καθαρῶς, αἰεὶ παρμόνιμον τελέθει:
εἰ δ᾽ ἀδίκως παρὰ καιρὸν ἀνὴρ φιλοκερδέϊ θυμῷ
κτήσεται, εἴθ᾽ ὅρκῳ πὰρ τὸ δίκαιον ἑλών,
αὐτίκα μέν τι φέρειν κέρδος δοκεῖ, ἐς δὲ τελευτὴν
αὖθις ἔγεντο κακόν, θεῶ ν δ᾽ ὑπερέσχε νόος.
ἀλλὰ τάδ᾽ ἀνθρώπων ἀπατᾷ νόον: οὐ γὰρ ἐπ᾽ αὐτοῦ
τίνονται μάκαρες πρήγματος ἀμπλακίας:
ἀλλ᾽ ὁ μὲν αὐτὸς ἔτεισε κακὸν χρέος, οὐδὲ φίλοισιν
ἄτην ἐξοπίσω παισὶν ἐπεκρέμασεν:
ἄλλον δ᾽ οὐ κατέμαρψε δίκη: θάνατος γὰρ ἀναιδὴς
πρόσθεν ἐπὶ βλεφάροις ἕζετο κῆρα φέρων.
209-210
οὐδείς τοι φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος:τῆς δὲ φυγῆς ἐστιν τοῦτ᾽ ἀνιηρότερον.
211-212
οἶνόν τοι πίνειν πουλὺν κακόν: ἢν δέ τις αὐτὸνπίνῃ ἐπισταμένως, οὐ κακὸς ἀλλ᾽ ἀγαθός.
213-218
θυμέ, φίλους κατὰ πάντας ἐπίστρεφε ποικίλον ἦθος,ὀργὴν συμμίσγων ἥντιν᾽ ἕκαστος ἔχει.
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ
τῇ προσομιλήσῃ τοῖος ἰδεῖν ἐφάνη:
νῦν μὲν τῇδ᾽ ἐφέπου, τότε δ᾽ ἀλλοῖος χρόα γίνου.
κρέσσων τοι σοφίη γίνεται ἀτροπίης.
219-220
μηδὲν ἄγαν ἄσχαλλε ταρασσομένων πολιητέων,Κύρνε, μέσην δ᾽ ἔρχευ τὴν ὁδὸν ὥσπερ ἐγώ.
221-226
†ὅστις τοι δοκέει τὸν πλησίον ἴδμεναι οὐδέν,ἀλλ᾽ αὐτὸς μοῦνος ποικίλα δήνἐ ἔχειν,
κεῖνός γ᾽ ἄφρων ἐστὶ νόου βεβλαμμένος ἐσθλοῦ.
ἴσως γὰρ πάντες ποικίλ᾽ ἐπιστάμεθα,
ἀλλ᾽ ὁ μὲν οὐκ ἐθέλει κακοκερδείῃσιν ἕπεσθαι,
τῷ δὲ δολοπλοκίαι μᾶλλον ἄπιστοι ἅδον.
227-232
πλούτου δ᾽ οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν:οἳ γὰρ νῦν ἡμῶν πλεῖστον ἔχουσι βίον,
διπλάσιον σπεύδουσι. τίς ἂν κορέσειεν ἅπαντας;
230χρήματά τοι θνητοῖς γίνεται ἀφροσύνη:
ἄτη δ᾽ ἐξ αὐτῆς ἀναφαίνεται, ἣν ὁπότε Ζεὺς
πέμψῃ τειρομένοις, ἄλλοτε ἄλλος ἔχει.
233-234
ἀκρόπολις καὶ πύργος ἐὼν κενεόφρονι δήμῳ,Κύρν᾽, ὀλίγης τιμῆς ἔμμορεν ἐσθλὸς ἀνήρ.
235-236
235οὐδὲν ἔτι πρέπει ἧμιν ἅτ᾽ ἀνδράσι σῳζομένοισιν:ἀλλ᾽ ὡς πάγχυ πόλει, Κύρνε, ἁλωσομένῃ.
237-254
σοὶ μὲν ἐγὼ πτέρ᾽ ἔδωκα, σὺν οἷς ἐπ᾽ ἀπείρονα πόντονπωτήσει καὶ γῆν πᾶσαν ἀειρόμενος
ῥηϊδίως: θοίνῃς δὲ καὶ εἰλαπίνῃσι παρέσσῃ
240ἐν πάσαις, πολλῶν κείμενος ἐν στόμασιν,
καί σε σὺν αὐλίσκοισι λιγυφθόγγοις νέοι ἄνδρες
εὐκόσμως ἐρατοὶ καλά τε καὶ λιγέα
ᾁσονται. καὶ ὅταν δνοφερῆς ὑπὸ κεύθεσι γαίης
βῇς πολυκωκύτους εἰς Ἀΐδαο δόμους,
οὐδέποτ᾽ οὐδὲ θανὼν ἀπολεῖς κλέος, ἀλλὰ μελήσεις
ἄφθιτον ἀνθρώποις αἰὲν ἔχων ὄνομα,
Κύρνε, καθ᾽ Ἐλλάδα γῆν στρωφώμενος ἠδ᾽ ἀνὰ νήσους,
ἰχθυόεντα περῶν πόντον ἐπ᾽ ἀτρύγετον,
οὐχ ἵππων νώτοισιν ἐφήμενος, ἀλλά σε πέμψει
250ἀγλαὰ Μουσάων δῶρα ἰοστεφάνων
πᾶσιν ὅσοισι μέμηλε, καὶ ἐσσομένοισιν ἀοιδὴ
ἔσσῃ ὁμῶς, ὄφρ᾽ ᾖ γῆ τε καὶ ἠέλιος.
αὐτὰρ ἐγὼν ὀλίγης παρὰ σεῦ οὐ τυγχάνω αἰδοῦς,
ἀλλ᾽ ὥσπερ μικρὸν παῖδα λόγοις μ᾽ ἀπατᾷς.
255-256
255κάλλιστον τὸ δικαιότατον, λῷστον δ᾽ ὑγιαίνειν,πρᾶγμα δὲ τερπνότατον τοῦ τις ἐρᾷ τὸ τυχεῖν.
257-260
ἵππος ἐγὼ καλὴ καὶ ἀεθλίη, ἀλλὰ κάκιστονἄνδρα φέρω, καί μοι τοῦτ᾽ ἀνιηρότατον:
πολλάκι δ᾽ ἠμέλλησα διαρρήξασα χαλινὸν
φεύγεν, ἀπωσαμένη τὸν κακὸν ἡνίοχον.
261-266
οὔ μοι πίνεται οἶνος, ἐπεὶ παρὰ παιδὶ τερείνῃἄλλος ἀνὴρ κατέχει πολλὸν ἐμοῦ κακίων:
ψυχρόν μοι παρὰ τῇδε φίλοι πίνουσι τοκῆες,
ὥστε κάμ᾽ ὑδρείῳ καί με γοῶσα φέρει,
ἔνθα μέσην περὶ παῖδα βαλὼν ἀγκῶν᾽ ἐφίλησα
δειρήν, ἡ δὲ τέρεν φθέγγετ᾽ ἀπὸ στόματος.
267-270
Γνωτή τοι πενίη γε καὶ ἀλλοτρίη περ ἐοῦσα:οὔτε γὰρ εἰς ἀγορὴν ἔρχεται οὔτε δίκας:
πάντῃ γὰρ τοὔλασσον ἔχει, πάντῃ δ᾽ ἐπίμυκτος,
πάντῃ δ᾽ ἐχθρὴ ὁμῶς γίνεται ἔνθα περ ᾖ.
271-278
ἴσως τοι τὰ μὲν ἄλλα θεοὶ θνητοῖς ἀνθρώποιςγῆρας τ᾽ οὐλόμενον καὶ νεότητ᾽ ἔδοσαν:
τῶν πάντων δ᾽ ὃ κάκιστον ἐν ἀνθρώποις θανάτου τε
καὶ πασέων νούσων ἐστὶ πονηρότερον,
275παῖδας ἐπεὶ θρέψαιο καὶ ἄρμενα πάντα παράσχοις,
χρήματα δ᾽ ἐγκαταθῇς πόλλ᾽ ἀνιηρὰ παθών,
τὸν πατέρ᾽ ἐχθαίρουσι, καταρῶνται δ᾽ ἀπολέσθαι,
καὶ στυγέουσ᾽ ὥσπερ πτωχὸν ἐσερχόμενον.
279-282
εἰκός τοι κακὸν ἄνδρα κακῶς τὰ δίκαια νομίζειν,μηδεμίαν κατόπισθ᾽ ἁζόμενον νέμεσιν:
δειλῷ γάρ τ᾽ ἀπάλαμνα βροτῷ πάρα πόλλ᾽ ἀνελέσθαι
πὰρ ποδός, ἡγεῖσθαί θ᾽ ὡς καλὰ πάντα τιθεῖ.
283-292
ἀστῶν μηδενὶ πιστὸς ἐὼν πόδα τῶνδε πρόβαινε,μήθ᾽ ὅρκῳ πίσυνος μήτε φιλημοσύνῃ,
μηδ᾽ εἰ Ζῆν᾽ ἐθέλῃ παρέχειν βασιλῆα μέγιστον
ἔγγυον ἀθανάτων πιστὰ τιθεῖν ἐθέλων.
οὐ γάρ τοι πόλει ὧδε καλοψόγῳ ἁνδάνει οὐδὲν
ὡς δί᾽ ὅτι ζῷεν πολλοὶ ἀνολβότερον:
νῦν δὲ τὰ τῶν ἀγαθῶν κακὰ γίνεται ἐσθλὰ κακοῖσιν
ἀνδράσιν: ἡγέονται δ᾽ ἐκτραπέλοισι νόμοις:
αἰδὼς μὲν γὰρ ὄλωλεν, ἀναιδείη δὲ καὶ ὕβρις
νικήσασα δίκην γῆν κατὰ πᾶσαν ἔχει.
293-294
οὐδὲ λέων αἰεὶ κρέα δαίνυται, ἀλλά μιν ἔμπηςκαὶ κρατερόν περ ἐόνθ᾽ αἱρεῖ ἀμηχανίη.
295-298
295Κωτίλῳ ἀνθρώπῳ σιγᾶν χαλεπώτατον ἄχθος,φθεγγόμενος δ᾽ ἀδδὴς οἷσι παρῇ πέλεται,
ἐχθαίρουσι δὲ πάντες, ἀναγκαίη δ᾽ ἐπίμειξις
ἀνδρὸς τοιούτου συμποσίῳ τελέθει.
299-300
οὐδεὶς λῇ φίλος εἶναι ἐπὴν κακὸν ἀνδρὶ γένηται,οὐδ᾽ ᾧ κ᾽ ἐκ γαστρός, Κύρνε, μιᾶς γεγόνῃ.
301-302
πικρὸς καὶ γλυκὺς ἴσθι καὶ ἁρπαλέος καὶ ἀπηνὴςλάτρισι καὶ δμωσὶν γείτοσί τ᾽ ἀγχιθύροις.
303-304
οὐ χρὴ κιγκλίξειν ἀγαθὸν βίον, ἀλλ᾽ ἀτρεμίζειν,τὸν δὲ κακὸν κινεῖν ἔστ᾽ ἄν ἐς ὄρθ᾽ ἐλάσῃς.
305-308
305τοὶ κακοὶ οὐ πάντες κακοὶ ἐκ γαστρὸς γεγόνασιν,ἀλλ᾽ ἄνδρεσσι κακοῖς συνθέμενοι φιλίην
ἔργα τε δείλ᾽ ἔμαθον καὶ ἔπη δύσφημα καὶ ὕβριν,
ἐλπόμενοι κείνους πάντα λέγειν ἔτυμα.
309-312
ἐν μὲν συσσίτοισιν ἀνὴρ πεπνυμένος εἶναι,πάντα δέ μιν λήθειν ὡς ἀπεόντα δοκεῖ:
εἰς δὲ φέρει τὰ γελοῖα, θύρηφι δὲ καρτερός ἐστι,
γινώσκων ὀργὴν ἥντιν᾽ ἕκαστος ἔχει.
313-314
ἐν μὲν μαινομένοις μάλα μαίνομαι, ἐν δὲ δικαίοιςπάντων ἀνθρώπων εἰμὶ δικαιότατος.
315-318
315πολλοί τοι πλουτοῦσι κακοί, ἀγαθοὶ δὲ πένονται:ἀλλ᾽ ἡμεῖς τούτοις οὐ διαμειψόμεθα
τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,
χρήματα δ᾽ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.
319-322
Κύρν᾽, ἀγαθὸς μὲν ἀνὴρ γνώμην ἔχει ἔμπεδον αἰεί,τολμᾷ δ᾽ ἔν τε κακοῖς κείμενος ἔν τ᾽ ἀγαθοῖς:
εἰ δὲ θεὸς κακῷ ἀνδρὶ βίον καὶ πλοῦτον ὀπάσσῃ,
ἀφραίνων κακίην οὐ δύναται κατέχειν.
323-324
μήποτ᾽ ἐπὶ σμικρῇ προφάσει φίλον ἄνδρ᾽ ἀπολέσσαιπειθόμενος χαλεπῇ, Κύρνε, διαιβολίῃ.
325-328
325εἴ τις ἁμαρτωλῇσι φίλων ἐπὶ παντὶ χολῷτο,οὔποτ᾽ ἂν ἀλλήλοις ἄρθμιοι οὐδὲ φίλοι
εἶεν. ἁμαρτωλαὶ γὰρ ἐ᾽ ἀνθρώποισιν ἕπονται
θνητοῖς, Κύρνε: θεοὶ δ᾽ οὐκ ἐθέλουσι φέρειν.
329-330
χὠ βραδὺς ὢν εὔβουλος ἕλεν ταχὺν ἄνδρα διώκων,Κύρνε, σὺν εὐθείῃ θεῶν δίκῃ ἀθανάτων.
331-332
ἥσυχος ὥσπερ ἐγὼ μέσσην ὁδὸν ἔρχεο ποσσίν,μηδ᾽ ἑτέροισι δίδου, Κύρνε, τὰ τῶν ἑτέρων.
332α-332β
οὐκ ἔστιν φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος:τῆς δὲ φυγῆς ἐστιν τοῦτ᾽ ἀνιηρότατον.
333-334
μήποτε φεύγοντ᾽ ἄνδρ᾽ ἐπὶ ἐλπίδι, Κύρνε, φιλήσῃς:οὔτι γὰρ οἴκαδε βὰς γίνεται αὐτὸς ἔτι.
335-336
335μηδὲν ἄγαν σπεύδειν: πάντων μέσ᾽ ἄριστα: καὶ οὕτως,Κύρν᾽, ἕξεις ἀρετήν, ἥντε λαβεῖν χαλεπόν.
337-340
Ζεύς μοι τῶν τε φίλων δοίη τίσιν οἵ με φιλεῦσιν,τῶν τ᾽ ἐχθρῶν μεῖζον, Κύρνε, δυνησαμένων:
χοὔτως ἂν δοκέοιμι μετ᾽ ἀνθρώπων θεὸς εἶναι,
εἴ μ᾽ ἀποτεισάμενον μοῖρα κίχοι θανάτου.
341-350
ἀλλὰ Ζεῦ τέλεσόν μοι Ὀλύμπιε καίριον εὐχήν,δὸς δέ μοι ἀντὶ κακῶν καί τι παθεῖν ἀγαθόν:
τεθναίην δ᾽ εἰ μή τι κακῶν ἄμπαυμα μεριμνέων
εὑροίμην, δοίην τ᾽ ἀντ᾽ ἀνιῶν ἀνίας.
αἶσα γὰρ οὕτως ἐστί: τίσις δ᾽ οὐ φαίνεται ἡμῖν
ἀνδρῶν οἳ τἀμὰ χρήματ᾽ ἔχουσι βίῃ
συλήσαντες: ἐγὼ δὲ κύων ἐπέρησα χαράδρην
χειμάρρῳ ποταμῷ πάντ᾽ ἀποσεισάμενος.
τῶν εἴη μέλαν αἷμα πιεῖν, ἐπί τ᾽ ἐσθλὸς ὄροιτο
δαίμων, ὃς κατ᾽ ἐμὸν νοῦν τελέσειε τάδε.
351-354
Ά̂ δειλὴ Πενίη, τί μένεις προλιποῦς α παρ᾽ ἄλλονἄνδρ᾽ ἰέναι; μὴ δή μ᾽ οὐκ ἐθέλοντα φίλει,
ἀλλ᾽ ἴθι καὶ δόμον ἄλλον ἐποίχεο, μηδὲ μεθ᾽ ἡμέων
αἰεὶ δυστήνου τοῦδε βίου μέτεχε.
355-360
355τόλμα, Κύρνε, κακοῖσιν, ἐπεὶ κἀσθλοῖσιν ἔχαιρες,εὖτέ σε καὶ τούτων μοῖρ᾽ ἐπέβαλλεν ἔχειν:
ὡς δέ περ ἐξ ἀγαθῶν ἔλαβες κακόν, ὣς δὲ καὶ αὖτις
ἐκδῦναι πειρῶ θεοῖσιν ἐπευχόμενος,
μηδὲ λίην ἐπίφαινε: κακὸν δέ τι, Κύρν᾽, ἐπιφαίνων
παύρους κηδεμόνας σῆς κακότητος ἔχεις.
361-362
ἀνδρός τοι κραδίη μινύθει μέγα πῆμα παθόντος,Κύρν᾽, ἀποτεινυμένου δ᾽ αὔξεται ἐξοπίσω.
363-364
εὖ κώτιλλε τὸν ἐχθρόν: ὅταν δ᾽ ὑποχείριος ἔλθῃ,τεῖσαί νιν πρόφασιν μηδεμίαν θέμενος.
365-366
365ἴσχε νόῳ, γλώσσης δὲ τὸ μείλιχον αἰὲν ἐπέστω:δειλῶν τοι τελέθει καρδίη ὀξυτέρη.
367-370
οὐ δύναμαι γνῶναι νόον ἀστῶν ὅντιν᾽ ἔχουσιν:οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς.
μωμεῦνται δέ με πολλοί, ὁμῶς κακοὶ ἠδὲ καὶ ἐσθλοί,
μιμεῖσθαι δ᾽ οὐδεὶς τῶν ἀσόφων δύναται.
371-372
μή μ᾽ ἀέκοντα λίην κεντῶν ὑπ᾽ ἄμαξαν ἔλαυνεεἰς φιλότητα βίῃ, Κύρνε, προσελκόμενος.
373-392
†Ζεῦ φίλε, θαυμάζω σε: σὺ γὰρ πάντεσσιν ἀνάσσειςτιμὴν αὐτὸς ἔχων καὶ μεγάλην δύναμιν,
ἀνθρώπων δ᾽ εὖ οἶσθα νόον καὶ θυμὸν ἑκάστου,
σὸν δὲ κράτος πάντων ἔσθ᾽ ὕπατον, βασιλεῦ:
πῶς δή σευ, Κρονίδη, τολμᾷ νόος ἄνδρας ἀλιτροὺς
ἐν ταὐτῇ μοίρῃ τόν τε δίκαιον ἔχειν,
ἤν τ᾽ ἐπὶ σωφροσύνην τρεφθῇ νόος, ἤν τε πρὸς ὕβριν
ἀνθρώπων ἀδίκοις ἔργμασι πειθομένων;
οὐδέ τι κεκριμένον πρὸς δαίμονός ἐστι βροτοῖσιν,
οὐδ᾽ ὁδὸς ἥν τις ἰὼν ἀθανάτοισιν ἅδοι.
ἔμπης δ᾽ ὄλβον ἔχουσιν ἀπήμονα: τοὶ δ᾽ ἀπὸ δειλῶν
ἔργων ἴσχοντες θυμὸν ὅμως πενίην
μητέρ᾽ ἀμηχανίης ἔλαβον, τὰ δίκαια φιλεῦντες,
ἥτ᾽ ἀνδρὸς παράγει θυμὸν ἐς ἀμπλακίην,
βλάπτουσ᾽ ἐν στήθεσσι φρένας κρατερῆς ὑπ᾽ ἀνάγκης:
τολμᾷ δ᾽ οὐκ ἐθέλων αἴσχεα πολλὰ φέρειν,
χρημοσύνῃ εἴκων, ἣ δὴ κακὰ πάντα διδάσκει,
ψεύδεά τ᾽ ἐξαπάτας τ᾽ οὐλομένας τ᾽ ἔριδας
ἄνδρα καὶ οὐκ ἐθέλοντα, κακὸν δέ οἱ οὐδὲν ἔοικεν:
ἡ γὰρ καὶ χαλεπὴν τίκτει ἀμηχανίην.
393-398
ἐν πενίῃ δ᾽ ὅ τε δειλὸς ἀνὴρ ὅ τε πολλὸν ἀμείνωνφαίνεται, εὖτ᾽ ἂν δὴ χρημοσύνη κατέχῃ.
395τοῦ μὲν γὰρ τὰ δίκαια φρονεῖ νόος οὗτέ περ αἰεὶ
ἰθεῖα γνώμη στήθεσιν ἐμπεφύῃ:
τοῦ δ᾽ αὖτ᾽ οὔτε κακοῖς ἕπεται νόος οὔτ᾽ ἀγαθοῖσιν,
τὸν δ᾽ ἀγαθὸν τολμᾶν χρὴ τά τε καὶ τὰ φέρειν.
399-400
αἰδεῖσθαι δὲ φίλους φεύγειν τ᾽ ὀλεσήνορας ὅρκουςἐντρέπευ, ἀθανάτων μῆνιν ἀλευόμενος.
401-406
μηδὲν ἄγαν σπεύδειν: καιρὸς δ᾽ ἐπὶ πᾶσιν ἄριστοςἔργμασιν ἀνθρώπων: πολλάκι δ᾽ εἰς ἀρετὴν
σπεύδει ἀνὴρ κέρδος διζήμενος, ὅντινα δαίμων
πρόφρων εἰς μεγάλην ἀμπλακίην παράγει,
καί οἱ ἔθηκε δοκεῖν, ἅ μὲν ᾖ κακά, ταῦτ᾽ ἀγάθ᾽ εἶναι
εὐμαρέως, ἃ δ᾽ ἂν ᾖ χρήσιμα, ταῦτα κακά.
407-408
φίλτατος ὢν ἥμαρτες: ἐγὼ δέ σοι αἴτιος οὐδέν,ἀλλ᾽ αὐτὸς γνώμης οὐκ ἀγαθῆς ἔτυχες.
409-410
οὐδένα θησαυρὸν παισὶν κατανήσει ἀμείνωαἰδοῦς, ἥτ᾽ ἀγαθοῖς ἀνδράσι, Κύρν᾽, ἕπεται.
411-412
οὐδενὸς ἀνθρώπων κακίων δοκεῖ εἶναι ἑταῖροςᾧ γνώμη θ᾽ ἕπεται, Κύρνε, καὶ ᾧ δύναμις.
413-414
πίνων δ᾽ οὐχ οὕτως θωρήξομαι, οὐδέ με οἶνοςἐξαρεῖ, ὥστ᾽ εἰπεῖν δεινὸν ἔπος περὶ σοῦ.
415-418
415οὐδέν᾽ ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος εὑρεῖνπιστὸν ἑταῖρον, ὅτῳ μήτις ἔνεστι δόλος:
ἐς βάσανον δ᾽ ἐλθὼν παρατριβόμενός τε μολίβδῳ
χρυσὸς ὑπερτερίης ἄμμιν ἔνεστι τύπος.
419-420
πολλά με καὶ συνιέντα παρέρχεται: ἀλλ᾽ ὑπ᾽ ἀνάγκηςσιγῶ γινῴσκων ἡμετέρην δύναμιν.
421-424
πολλοῖς ἀνθρώπων γλώσσῃ θύραι οὐκ ἐπίκεινταιἁρμόδιαι, καί σφιν πόλλ᾽ ἀλάλητα μέλει:
πολλάκι γὰρ τὸ κακὸν κατακείμενον ἔνδον ἄμεινον,
ἔστε δ᾽ ἂν ἐξέλθῃ λώϊον ἦν τὸ καλόν.
425-428
425πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστονμηδ᾽ ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου:
φύντα δ᾽ ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι
καὶ κεῖσθαι πολλὴν γῆν ἐπαμησάμενον.
429-438
†̣φῦσαι καὶ θρέψαι ῥᾷον βροτὸν ἢ φρένας ἐσθλὰςἐνθέμεν: οὐδείς πω τοῦτό γ᾽ ἐπεφράσατο,
ὅστις σώφρον᾽ ἔθηκε τὸν ἄφρονα κἀκ κακοῦ ἐσθλόν.
εἰ δ᾽ Ἀσκληπιάδαις τοῦτό γ᾽ ἔδωκε θεός,
ἰᾶσθαι κακότητα καὶ ἀτηρὰς φρένας ἀνδρῶν,
πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον:
εἰ δ᾽ ἦν ποιητόν τε καὶ ἔνθετον ἀνδρὶ νόημα,
οὔποτ᾽ ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός,
πειθόμενος μύθοισι σαόφροσιν. ἀλλὰ διδάσκων
οὔποτε ποιήσεις τὸν κακὸν ἀνδρ᾽ ἀγαθόν.
439-440
νήπιος, ὃς τὸν ἐμὸν μὲν ἔχει νόον ἐν φυλακῇσιν,τῶν δ᾽ αὐτοῦ ἰδίων ούδεν ἐπιστρέφεται.
441-446
οὐδεὶς γὰρ πάντ᾽ ἐστὶ πανόλβιος: ἀλλ᾽ ὁ μὲν ἐσθλὸςτολμᾷ ἔχων τὸ κακὸν κοὐκ ἐπίδηλος ὅμως:
δειλὸς δ᾽ οὔτ᾽ ἀγαθοῖς τις ἐπίσταται οὔτε κακοἰσιν
θυμὸν ἔχων μίμνειν. ἀθανάτων δὲ δόσεις
παντοῖαι φνητοῖσιν ἐέρχοντ᾽: ἀλλ᾽ ἐτιτολμᾶν
χρὴ δῶρ᾽ ἀθανάτων οἷα διδοῦσιν ἔχειν.
447-452
εἴ μ᾽ ἐθέλεις πλύνειν, κεφαλῆς ἀμίαντον ἀπ᾽ ἄκρηςαἰεὶ λευκὸν ὕδωρ ῥεύσεται ἡμετέρης:
εὑρήσεις δὲ με πᾶσιν ἐπ᾽ ἔργμασιν ὥσπερ ἄπεφθον
χρυσόν, ἐρυθρὸν ἰδεῖν τριβόμενον βασάνῳ,
τοῦ χροιῆς καθύπερθε μέλας οὐχ ἅπτεται ἰὸς
οὐδ᾽ εὐρώς, αἰεὶ δ᾽ ἄνθος ἔχει καθαρόν.
453-456
†̣Ὤνθρωπ᾽, εἰ γνώμης ἔλαχες μέρος ὥσπερ ἀνοιηςκαὶ σώφρων οὕτως ὥσπερ ἄφρων ἐγένου,
πολλοῖς ἂν ζηλωτὸς ἐφαίνεο τῶνδε πολιτῶν
οὕτως ὥσπερ νῦν οὐδενὸς ἄξιος εἶ.
457-460
οὔτοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι:οὐ γὰρ πηδαλίῳ πείθεραι ὡς ἄκατος,
ὀυδ᾽ ἄγκυραι ἔχουσιν, ἀπορρήξασα δὲ δεσμὰ
πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα.
461-462
Μήπορ᾽ ἐπ᾽ ἀπρήκτοισι νόον ἔχε, μηδὲ μενοίναχρήματα τῶν ἄνυσις γίνεται οὐδεμία.
463-464
εὐμαρέως τοι χρῆμα θεοὶ δόσαν οὔτε τι δειλὸνοὔτ ἀγαθόν: χαλεπῷ δ᾽ ἔργματι κῦδος ἔπι.
465-466
465ἀμφ᾽ ἀρετῇ τρίβου καί τοι τὰ δίκαια φίλ᾽ ἔστω,μηδέ σε νικάτω κέρδος ὅτ᾽ αἰσχρὸν ἔῃ.
467-496
μηδένα τῶνδ᾽ ἀέκοντα μένειν κατέρυκε παρ᾽ ἡμῖν,μηδὲ θύραζε κέλεὐ οὐκ ἐθέλοντ᾽ ἰέναι,
μηδ᾽ εὕδοντ᾽ ἐπέγειρε, Σιμωνίδη, ὅντιν᾽ ἂν ἡμῶν
470θωρηχθέντ᾽ οἴνῳ μαλθακὸς ὕπνος ἕλῃ,
μηδὲ τὸν ἀγρυπνέοντα κέλεὐ ἀέκοντα καθεύδειν:
πᾶν γὰρ ἀναγκαῖον χρῆμ᾽ ἀνιηρὸν ἔφυ:
ιῷ πίνειν δ᾽ ἐθέλοντι παρασταδὸν οἰνοχοείτω.
οὐ πάσας νύκτας γίνεται ἁβρὰ παθεῖν.
αὐτὰρ ἐγώ, μέτρον γὰρ ἔχω μελιηδέος οἴνου,
ὕπνου λυσικάκου μνήσομαι οἴκαδ᾽ ἰών,
ἥξω δ᾽ ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι:
οὔτε τι νήφων εἶμ᾽ οὔτε λίην μεθύων.
ὃς δ᾽ ἂν ὑπερβάλλῃ πόσιος μέτρον, οὐκέτι κεῖνος
480τῆς αὐτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου,
μυθεῖται δ᾽ ἀπάλαμνα τὰ νήφοσι γίνεται αἰσχρά,
αἰδεῖται θ᾽ ἕρδων οὐδέν, ὅταν μεθύῃ,
τὸ πρὶν ἐὼν σώφρων, τότε νήπιος. ἀλλὰ σὺ ταῦτα
γινῴσκων μὴ πῖν᾽ οἶνον ὑπερβολάδην,
ἀλλ᾽ ἢ πρὶν μεθύειν ὑπανίστασο, μηδὲ βιάσθω
γαστήρ σ᾽ ὥστε κακὸν λάτριν ἐφημέριον,
ἢ παρεὼν μὴ πῖνε. σὺ δ᾽ Ἔγχεε τοῦτο μάταιον
κωτίλλεις αἰεί: τοὔνεκά τοι μεθύεις.
ἡ μὲν γὰρ φέρεται φιλοτήσιος, ἡ δὲ πρόκειται,
τὴν δὲ θεοῖς σπένδεις, τὴν δ᾽ ἐπὶ χειρὸς ἔχεις:
ἀρνεῖσθαι δ᾽ οὐκ οἶδας. ἀνίκητος δὲ τοι οὗτος,
ὃς πολλὰς πίνων μή τι μάταιον ἐρεῖ.
ὑμεῖς δ᾽ εὖ μυθεῖσθε παρὰ κρητῆρι μένοντες,
ἀλλήλων ἔριδος δὴν ἀπερυκόμενοι,
ἐς τὸ μέσον φωνεῦντες ὁμῶς ἑνὶ καὶ συνάπασι:
χοὔτως συμπόσιον γίνεται οὐκ ἄχαρι.
497-498
ἄφρονος ἀνδρὸς ὁμῶς καὶ σώφρονος οἶνος, ὅταν δὴπίνῃ ὑπὲρ μέτρον, κοῦφον ἔθηκε νόον.
499-502
†̣εν πυρὶ μὲν χρυσόν τε καὶ ἄργυρον ἴδριες ἄνδρεςγινῴσκουσ᾽, ἀνδρὸς δ᾽ οἶνος ἔδειξε νόον,
καὶ μάλα περ πινυτοῦ, τὸν ὑπὲρ μέτρον ἤρατο πίνων,
ὥστε καταισχῦναι καὶ πρὶν ἐόντα σοφόν.
503-508
Οἰνοβαρέω κεφαλήν, Ὀνομάκριτε, καί με βιᾶταιοἶνος, ἀτὰρ γνώμης οὐκέτ᾽ ἐγὼ ταμίης
505ἡμετέρης, τὸ δὲ δῶμα περιτρέχει. ἀλλ᾽ ἄγ᾽ ἀναστὰς
πειρηθῶ μή πως καὶ πόδας οἶνος ἔχει
καὶ νόον ἐν στήθεσσι. δέδοικα δὲ μή τι μάταιον
ἕρξω θωρηχθεὶς καὶ μέγ᾽ ὄνειδος ἔχω.
509-510
οἶνος πινόμενος πουλὺς κακόν: ἢν δὲ τις αὐτὸνπίνῃ ἐπισταμένως, οὐ κακὸν ἀλλ᾽ ἀγαθόν.
511-522
†ἦλθες δή, Κλεάριστε, βαθὺν διὰ πόντον ἀνύσσας,ἐνθάδ᾽ ἐπ᾽ οὐδὲν ἔχοντ᾽, ὦ τάλαν, οὐδὲν ἔχων.
νηός τοι πλευρῇσιν ὑπὸ ζυγὰ θήσομεν ἡμεῖς,
Κλεάρισθ᾽, οἰ̔̂ ἔχομεν χοἶα διδοῦσι θεοί:
οὔτε τι τῶν ὄντων ἀποθήσομαι, οὔτε τι μεῖζον
σῆς ἕνεκα ξενίης ἄλλοθεν οἰσόμεθα,
515τῶν δ᾽ ὄντων τἄριστα παρέξομεν. ἢν δέ τις ἔλθῃ
σεῦ φίλος ὤν, κατάειφ᾽ ὡς φιλότητος ἔχεις:
ἤν δέ τις εἰρωτᾶ τὸν ἐμὸν βίον, ὦδέ οἱ εἰπεῖν:
ὡς εὖ μὲν χαλεπῶς, ὡς χαλεπῶς δὲ μάλ εὖ,
ὥσθ᾽ ἕνα μὲν ξεῖνον πατρωϊον οὐκ ἀπολείπειν,
ξείνια δὲ πλεόνεσσ᾽ οὐ δυνατὸς παρέχειν.
523-524
οὔ σε μάτην, ὦ Πλοῦτε, βροτοὶ τιμῶσι μάλιστα:ἦ γὰρ ῥηϊδίως τὴν κακότητα φέρεις.
525-526
525καὶ γάρ τοι πλοῦτον μὲν ἔχειν ἀγαθοῖσιν ἔοικεν,ἡ πενίη δὲ κακῷ σύμφορος ἀνδρὶ φέρειν.
527-528
ὤ μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο,τοῦ μὲν ἐπερχομένου, τῆς δ᾽ ἀπονισομένης.
529-530
οὐδένα πω προὔδωκα φίλον καὶ πιστὸν ἑταῖρον,οὐδ᾽ ἐν ἐμῇ ψυχῇ δούλιον οὐδὲν ἔνι.
531-532
αἰεί μοι φίλον ἦτορ ἰαίνεται, ὁππότ᾽ ἀκούσωαὐλῶν φθεγγομένων ἱμερόεσσαν ὄπα.
533-534
χαίρω δ᾽ ἐμπίνων καὶ ὑπ᾽ αὐλητῆρος ἀείδων,χαίρω δ᾽ εὔφθογγον χερσὶ λύρην ὀχέων.
535-538
535οὔποτε δουλείη κεφαλὴν ἰθεῖα πέφυκεν,ἀλλ᾽ αἰεὶ σκολιή, καὐχένα λοξὸν ἔχει.
οὔτε γὰρ ἐκ σκίλλης π̔όδα φύεται οὐδ᾽ ὑάκινθος,
οὔτε ποτ᾽ ἐκ δούλης τέκνον ἐλευθέριον.
539-540
οὗτος ἀνήρ, φίλε Κύρνε, πέδας χαλκεύεται αὐτῷ,εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.
541-542
δειμαίνω μὴ τήνδε μόλιν, Πολυπαΐδη, ὕβρις,ἥπερ Κενταύρους ὠμοφάγους, ὀλέσῃ.
543-546
χρή με παρὰ στάθμην καὶ γνώμονα τήνδε δικάσσαι,Κύρνε, δίκην, ἶσόν τ᾽ ἀμφοτέροισι δόμεν,
... Α´ντεσί τ᾽ οἰωνοῖς τε καὶ αἰθομένοις ἱεροῖσιν,
ὄφρα μὴ ἀμπλακίης αἰσχρὸν ὄνειδος ἔχω.
547-548
μηδένα πῃ κακότητι βιάζεο: τῷ δὲ δικαίῳτῆς εὐεργεσίης οὐδὲν ἀρειότερον.
549-554
Ἄγγελος ἄφθογγος πόλεμον πολύδακρυν ἐγείρει,Κύρν᾽, ἀπὸ τηλαυγέος φαινόμενος σκοπιῆς.
ἀλλ᾽ ἵπποις ἔμβαλλε ταχυπτέρνοισι χαλινούς:
δῄων γάρ σφ᾽ ἀνδρῶν ἀντιάσειν δοκέω.
οὐ πολλὴν τὸ μεσηγὺ διαπρήξουσι κέλευθον,
εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.
555-556
555χρὴ τολμᾶν χαλεποῖσιν ἐν ἄλγεσι κείμενον ἄνδρα,πρός τε θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.
557-560
φράζεο: κίνδυνός τοι ἐπὶ ξυροῦ ἵσταται ἀκμῇς:ἄλλοτε πόλλ᾽ ἕξεις, ἄλλοτε παυρότερα,
ὥστε σε μήτε λίην ἀφνεὸν κτεάτεσσι γενέσθαι
χρὴ μήτ᾽ ἐς πολλὴν χρημοσύνην ἐλάσαι.
561-562
εἴη μοι τὰ μὲν αὐτὸν ἔχειν, τὰ δὲ πόλλ᾽ ἐπιδοῦναιχρήματα τῶν ἐχθρῶν τοῖσι φίλοισιν ἔχειν.
563-566
κεκλῆσθαί τ᾽ ἐς δαῖτα παρέζεσθαί τε παρ᾽ ἐσθλὸνἄνδρα χρεὼν σοφίην πᾶσαν ἐπιστάμενον:
τοῦ συνιεῖν θ᾽ ὁπόταν τι λέγῃ σοφόν, ὄφρα διδαχθῇς
καὶ τοῦτ᾽ εἰς οἶκον κέρδος ἔχων ἀπίῃς.
567-570
ἥβῃ τερπόμενος παίζω: δηρὸν γὰρ ἔνερθενγῆς ὀλέσας ψυχὴν κείσομαι ὥστε λίθος
ἄφθογγος, λείψω δ᾽ ἐρατὸν φάος ἠελίοιο,
ἔμπης δ᾽ ἐσθλὸς ἐὼν ὄψομαι οὐδὲν ἔτι.
571-572
δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δ᾽ ἄριστον:πολλοὶ ἀπείρητοι δόξαν ἔχουσ᾽ ἀγαθῶν.
573-574
εὖ ἕρδων εὖ πάσχε: τί κ᾽ ἄγγελον ἄλλον ἴαλλοις;τῆς εὐεργεσίης ῥῃδίη ἀγγελίη.
575-576
575οἵ με φίλοι προδιδοῦσιν, ἐπεὶ τόν γ᾽ ἐχθρὸν ἀλεῦμαιὥστε κυβερνήτης χοιράδας εἰναλίας.
577-578
Ῥήϊον ἐξ ἀγαθοῦ θεῖναι κακὸν ἠ κ᾽ κακοῦ ἐσθλόν.μή με δίδασκ᾽: οὔτοι τηλίκος εἰμὶ μαθεῖν.
579-584
α: ἐχθαίρω κακὸν ἄνδρα, καλυψαμένη δὲ πάρειμι580σμικρῆς ὄρνιθος κοῦφον ἔχουσα νόον.
β: ἐχθαίρω δὲ γυναῖκα περίδρομον, ἄνδρα τε μάργον
῝ς τὴν ἀλλοτρίην βούλετ᾽ ἄρουραν ἀροῦν.
α: καὶ Β: ἀλλὰ τὰ μὲν προβέβηκεν, ἀμήχανόν ἐστι γενέσθαι
ἀργά: τὰ δ᾽ ἐξοπίσω, τῶν φυλακὴ μελέτω.
585-590
585πᾶσίν τοι κίνδυνος ἐπ᾽ ἔργμασιν, οὐδέ τις οἶδενπῇ σχήσειν μέλλει πρήγματος ἀρχομένου.
ἀλλ᾽ ὁ μὲν εὐδοκιμεῖν πειρώμενος οὐ προνοήσας
εἰς μεγάλην ἄτην καὶ χαλεπὴν ἔπεσεν,
τῷ δὲ καλῶς ποιεῦντι θεὸς περὶ πάντα τίθησιν
συντυχίην ἀγαθήν, ἔκλυσιν ἀφροσύνης.
591-592
τολμᾶν χρὴ τὰ διδοῦσι θεοὶ θνητοῖσι βροτοῖσιν,ῥηϊδίως δὲ φέρειν ἀμφοτέρων τὸ λάχος.
593-594
μήτε κακοῖσιν ἀσῶ τι λίην φρένα μήτ᾽ ἀγαθοῖσιντερφθῇς ἐξαπίνης πρὶν τέλος ἄκρον ἰδεῖν.
595-602
595ἄνθρωπ᾽, ἀλλήλοισιν ἀπόπροθεν ὦμεν ἑταῖροι:πλὴν πλούτου παντὸς χρήματός ἐστι κόρος.
δὴν δὴ καὶ φίλοι εἶμεν: ἀτάρ τ᾽ ἄλλοισιν ὁμίλει
ἀνδράσιν, οἳ τὸν σὸν μᾶλλον ἴσασι νόον.
οὔ μ᾽ ἔλαθες φοιτῶν κατ᾽ ἀμαξιτὸν ἣν ἄρα καὶ πρὶν
ἠλάστρεις κλέπτων ἡμετέρην φιλίην.
ἔρρε, θεοῖσίν τ᾽ ἐχθρὲ καὶ ἀνθρώποισιν ἄπιστε,
ψυχρὸν ὃν ἐν κόλπῳ ποικίλον εἶχον ὄφιν.
603-604
τοιάδε καὶ Μάγνητας ἀπώλεσεν ἔργα καὶ ὕβριςοἷα τὰ νῦν ἱερὴν τήνδε πόλιν κατέχει.
605-606
605πολλῷ τοι πλέονας λιμοῦ κόρος ὤλεσεν ἤδηἄνδρας ὅσοι μοίρης πλεῖον ἔχειν ἔθελον.
607-610
ἀρχῇ ἔρι ψεύδους μικρὰ χάρις: εἰς δὲ τελευτὴναἰσχρὸν δὴ κέρδος καὶ κακὸν ἀμφότερα
γίνεται. οὐδέ τι καλόν, ὅτῳ ψεῦδος προσαμαρτῇ
ἀνδρὶ καὶ ἐξέλθῃ πρῶτον ἀπὸ στόματος.
611-614
οὐ χαλεπὸν ψέξαι τὸν πλησίον, οὐδὲ μὲν αὐτὸναἰνῆσαι: δειλοῖς ἀνδράσι ταῦτα μέλει:
σιγᾶν δ᾽ οὐκ ἐθέλουσι κακοὶ κακὰ λεσχάζοντες:
οἱ δ᾽ ἀγαθοὶ πάντων μέτρον ἴσασιν ἔχειν.
615-616
615οὐδένα παμπήδην ἀγαθὸν καὶ μέτριον ἄνδρατῶν νῦν ἀνθρώπων ἠέλιος καθορᾷ.
617-618
οὔτι μάλ᾽ ἀνθρώποις καταθύμια πάντα τελεῖται:πολλὸν γὰρ θνητῶν κρέσσονες ἀθάνατοι.
619-620
πόλλ᾽ ἐν ἀμηχανίῃσι κυλίνδομαι ἀχνύμενος κῆρ:ἄκρην γὰρ πενίην οὐχ ὑπερεδράμομεν.
621-622
πᾶς τις πλούσιον ἄνδρα τίει, ἀτίει δὲ πενιχρόν:πᾶσιν δ᾽ ἀνθρώποις αὐτὸς ἔνεστι νόος.
623-624
παντοῖαι κακότητες ἐν ἀνθρώποισιν ἔασινπαντοῖαι δ᾽ ἀρεταὶ καὶ βιότου παλάμαι.
625-626
625ἀργαλέον φρονέοντα παρ᾽ ἄφροσι πόλλ᾽ ἀγορεύειν,καὶ σιγᾶν αἰεί: τοῦτο γὰρ οὐ δυνατόν.
627-628
αἰσχρόν τοι μεθύοντα παρ᾽ ἀνδράσι νήφοσιν εἶναιαἰσχρὸν δ᾽ εἰ νήφων πὰρ μεθύουσι μένει.
629-630
ἥβη καὶ νεότης ἐπικουφίζει νόον ἀνδρός,πολλῶν δ᾽ ἐξαίρει θυμὸν ἐς ἀμπλακίην.
631-632
Ὧιτινι μὴ θυμοῦ κρέσσων νόος, αἰὲν ἐν ἄταις,Κύρνε, καὶ ἐν μεγάλαις κεῖται ἀμηχανίαις.
633-634
βουλεύου δὶς καὶ τρὶς ὅ τοί κ᾽ ἐπὶ τὸν νόον ἔλθῃ:ἀτηρὸς γάρ τοι λάβρος ἀνὴρ τελέθει.
635-636
635ἀνδράσι τοῖς ἀγαθοῖς ἕπεται γνώμη τε καὶ αἰδώς:οἳ νῦν ἐν πολλοῖς ἀτρεκέως ὀλίγοι.
637-638
ἐλπὶς καὶ κίνδυνος ἐν ἀνθρώποισιν ὁμοῖαοὗτοι γὰρ χαλεποὶ δαίμονες ἀμφότεροι.
639-640
πολλάκι πὰρ δόξαν τε καὶ ἐλπίδα γίνεται εὖ ῥεῖνἔργ᾽ ἀνδρῶν, βουλαῖς δ᾽ οὐκ ἐπέγεντο τέλος.
641-642
οὔτοι κ᾽ εἰδείης οὔτ᾽ εὔνοον οὔτε μὲν ἐχθρόν,εἰ μὴ σπουδαίου πρήγματος ἀντιτύχοις.
643-644
πολλοὶ πὰρ κρητῆρι φίλοι γίνονται ἑταῖροι,ἐν δὲ σπουδαίῳ πρήγματι παυρότεροι.
645-646
645παύρους κηδεμόνας πιστοὺς εὕροις κεν ἑταίρουςκείμενος ἐν μεγάλῃ θυμὸν ἀμηχανίῃ.
647-648
ἤδη νῦν αἰδὼς μὲν ἐν ἀνθρώποισιν ὄλωλεν,αὐτὰρ ἀναιδείη γαῖαν ἐπιστρέφεται.
649-652
ἆ δειλὴ Πενίη, τί ἐμοῖς ἐπικειμένη ὤμοιςσῶμα καταισχύνεις καὶ νόον ἡμέτερον,
αἰσχρὰ δέ μ᾽ οὐκ ἐθέλοντα βίῃ καὶ δειλὰ διδάσκεις
ἐσθλὰ μετ᾽ ἀνθρώπων καὶ κάλ᾽ ἐπιστάμενον;
653-654
εὐδαίμων εἴην καὶ θ εο ῖς φίλος ἀθανάτοισιν,Κύρν᾽: ἀρετῆς δ᾽ ἄλλης οὐδεμιῆς ἔραμαι.
655-656
655σύν τοι, Κύρνε, παθόντι κακῶς ἀνιώμεθα πάντες:ἀλλά τοι ἀλλότριον κῆδος ἐφημέριον.
657-658
μηδὲν ἄγαν χαλεποῖσιν ἀσῶ φρένα μηδ᾽ ἀγαθοῖσινχαῖρ᾽, ἐπεὶ ἔστ᾽ ἀνδρὸς πάντα φέρειν ἀγαθοῦ.
659-666
†̣οὐδ᾽ ὀμόσαι χρὴ τοῦθ᾽, ὅτι μήποτε πρῆγμα τόδ᾽ ἔσται:θ εο ὶ γάρ τοι νεμεσῶσ᾽, οἷσιν ἔπεστι τέλος:
καὶ πρῆξαι μέντοι τι. καὶ ἐκ κακοῦ ἐσθλὸν ἔγεντο,
καὶ κακὸν ἐξ ἀγαθοῦ: καί τε πενιχρὸς ἀνὴρ
αἶψα μάλ᾽ ἐπλούτησε: καὶ ὃς μάλα πολλὰ πέπαται,
ἐξαπίνης πάντ᾽ οὖν ὤλεσε νυκτὶ μιῇ:
καὶ σώφρων ἥμαρτε καὶ ἄφρονι πολλάκι δόξα
ἕσπετο, καὶ τιμῆς καὶ κακὸς ὢν ἔλαχεν.
667-682
εἰ μὲν χρήματ᾽ ἔχοιμι, Σιμωνίδη, οἷάπερ ἤθηοὐκ ἂν ἀνιώμην τοῖς ἀγαθοῖσι συνών:
νῦν δέ με γινῴσκοντα παρέρχεται, εἰμὶ δ᾽ ἄφωνος
χρημοσύνῃ, πολλῶν γνοὺς ἂν ἄμεινον ἐτέων,
οὕνεκα νῦν φερόμεσθα καθ᾽ ἱστία λευκὰ βαλόντες
μηλίου ἐκ πόντου νύκτα διὰ δνοφέρην:
ἀντλεῖν δ᾽ οὐκ ἐθέλουσιν: ὑπερβάλλει δὲ θάλασσα
ἀμφοτέρων τοίχων: ἦ μάλα τις χαλεπῶς
σῴζεται οἷ ἕρδουσι: κυβερνήτην μὲν ἔπαυσαν
ἐσθλόν, ὅτις φυλακὴν εἶχεν ἐπισταμένως,
χρήματα δ᾽ ἁρπάζουσι βίῃ: κόσμος δ᾽ ἀπόλωλεν,
δασμὸς δ᾽ οὐκέτ᾽ ἴσος γίνεται ἐς τὸ μέσον:
φορτηγοὶ δ᾽ ἄρχουσι, κακοὶ δ᾽ ἀγαθῶν καθύπερθεν:
δειμαίνω μή πως ναῦν κατὰ κῦμα πίῃ.
ταῦτά μοι ᾐνίχθω κεχρησμένα τοῖς ἀγαθοῖσιν:
γινώσκοι δ᾽ ἄν τις καὶ κακός, ἂν σοφὸς ᾖ.
683-686
πολλοὶ πλοῦτον ἔχουσιν ἀΐδριες: οἱ δὲ τὰ καλὰζητοῦσιν χαλεπῇ τειρόμενοι πενίῃ:
ἕρδειν δ᾽ ἀμφοτέροισιν ἀμηχανίη παράκειται:
εἴργει γὰρ τοὺς μὲν χρήματα, τοὺς δὲ νόος.
687-688
οὐκ ἔστι θνητοῖσι πρὸς ἀθανάτους μαχέσασθαι,οὐδὲ δίκην εἰπεῖν: οὐδενὶ τοῦτο θέμις.
689-690
οὐ χρὴ πημαίνειν ὅτε μὴ πημαντέον εἴη,οὐδ᾽ ἕρδειν ὅτι μὴ λώϊον ᾖ τελέσαι.
691-692
χαίρων ἐκτελέσειας ὁδὸν μεγάλου διὰ πόντου,καί σε Ποσειδάων χάρμα φίλοις ἀγάγοι.
693-694
πολλούς τοι κόρος ἄνδρας ἀπώλεσεν ἀφραίνοντας:γνῶναι γὰρ χαλεπὸν μέτρον, ὅτ᾽ ἐσθλὰ παρῇ:
695-696
695οὐ δύναμαί σοι, θυμέ, παρασχεῖν ἄρμενα πάντα:τέτλαθι: τῶν δὲ καλῶν οὔτι σὺ μοῦνος ἐρᾷς.
697-698
εὖ μὲν ἔχοντος ἐμοῦ πολλοὶ φίλοι: ἢν δέ τι δεινὸνσυγκύρσῃ, παῦροι πιστὸν ἔχουσι νόον.
699-718
†πλήθει δ᾽ ἀνθρώπων ἀρετὴ μία γίνεται ἥδε,πλουτεῖν: τῶν δ᾽ ἄλλων οὐδἒν ἄρ᾽ ἦν ὄφελος,
οὐδ᾽ εἰ σωφροσύνην μὲν ἔχοις Ῥαδαμάνθυος αὐτοῦ,
πλείονα δ᾽ εἰδείης Σισύφου Αἰολίδεω ,
ὅστε καὶ ἐξ Ἀΐδεω πολυϊδρείῃσιν ἀνῆλθεν,
πείσας Περσεφόνην αἱμύλιοισι λόγοις,
ἥτε βροτοῖς παρέχει λήθην βλάπτουσα νόοιο,
ἄλλος δ᾽ οὔπω τις τοῦτό γ᾽ ἐπεφράσατο,
ὅντινα δὴ θανάτοιο μέλαν νέφος ἀμφικαλύψῃ,
ἔλθῃ δ᾽ ἐς σκιερὸν χῶρον ἀποφθιμένων,
κυανέας τε πύλας παραμείψεται, αἵτε θανόντων
710ψυχὰς εἴργουσιν καίπερ ἀναινομένας:
ἀλλ᾽ ἄρα καὶ κεῖθεν πάλιν ἤλυθε Σίσυφος ἥρως
ἐς φάος ἠελίου σφῇσι πολυφροσύναις:
οὐδ᾽ εἰ ψεύδεα μὲν ποιοῖς ἐτύμοισιν ὁμοῖα,
γλῶσσαν ἔχων ἀγαθὴν Νέστορος ἀντιθέου,
715ὠκύτερος δ᾽ εἴησθα πόδας ταχέων Ἁρπυιῶν
καὶ παίδων Βορέω, τῶν ἄφαρ εἰσὶ πόδες.
ἀλλὰ χρὴ πάντας γνώμην ταύτην καταθέσθαι,
ὡς πλοῦτος πλείστην πᾶσιν ἔχει δύναμιν.
719-728
ἶσόν τοι πλουτοῦσιν, ὅτῳ πολὺς ἄργυρός ἐστινκαὶ χρυσὸς καὶ γῆς πυροφόρου πεδία
ἵπποι θ᾽ ἡμίονοί τε, καὶ ᾧ τὰ δέοντα πάρεστι
γαστρί τε καὶ πλευραῖς καὶ ποσὶν ἁβρὰ παθεῖν,
ταῦτ᾽ ἄφενος θνητοῖσι: τὰ γὰρ περιώσια πάντα
χρήματ᾽ ἔχων οὐδεὶς ἔρχεται εἰς Ἀΐδεω ,
οὐδ᾽ ἂν ἄποινα διδοὺς θάνατον φύγοι οὐδὲ βαρείας
νούσους οὐδὲ κακὸν γῆρας ἐπερχόμενον.
729-730
φροντίδες ἀνθρώπων ἔλαχον πτέρα ποικίλ᾽ ἔχουσαι,μυρόμεναι ψυχῆς εἵνεκα καὶ βιότου.
731-752
†Ζεῦ πάτερ, εἴθε γένοιτοθεοῖς θίλα τοῖς μὲν ἀλιτροῖςὕβριν ἁδεῖν, εἴ σφιν τοῦτο γένοιτο φίλον
θυμῷ, σχέτλια δ᾽ ἔργα μετὰ φρεσὶ θ᾽ ὅστις ἀθηρὴς
ἐργάζοιτο θεῶν μηδὲν ὀπιζόμενος,
αὐτὸν ἔπειτα πάλιν τεῖσαι κακά, μηδ᾽ ἔτ᾽ ὀπίσσω
πατρὸς ἀτασθαλίαι παισὶ γένοιντο κακόν:
παῖδές θ᾽ οἵτ᾽ ἀδίκου πατρὸς τὰ δίκαια νοεῦντες
ποιῶσιν, Κρονίδη, σὸν χόλον ἁζόμενοι,
ἐξ ἀρχῆς τὰ δίκαια μετ᾽ ἀστοῖσιν φιλέοντες,
μήτιν᾽ ὑπερβασίην ἀντιτίνειν πατέρων.
ταῦτ᾽ εἴη μακάρεσσι θεοῖς φίλα: νῦν δ᾽ ὁ μὲν ἕρδων
ἐκφεύγει, τὸ κακὸν δ᾽ ἄλλος ἔπειτα φέρει.
καὶ τοῦτ᾽, ἀθανάτων βασιλεῦ, πῶς ἐστι δίκαιον,
ἔργων ὅστις ἀνὴρ ἐκτὸς ἐὼν ἀδίκων
μήτιν᾽ ὑπερβασίην παρέχων μηδ᾽ ὅρκον ἀλιτρόν,
ἀλλὰ δίκαιος ἐών, μὴ τὰ δίκαια πάθῃ;
τίς δή κεν βροτὸς ἄλλος, ὁρῶν πρὸς τοῦτον, ἔπειτα
ἅζοιτ᾽ ἀθανάτους, καί τινα θυμὸν ἔχων,
ὁππότ᾽ ἀνὴρ ἄδικος καὶ ἀτάσθαλος, οὔτε τευ ἀνδρὸς
οὔτε τευ ἀθανάτων μῆνιν ἀλευόμενος,
ὑβρίζῃ πλούτῳ κεκορημένος, οἱ δὲ δίκαιοι
τρυχῶνται χαλεπῇ τειρόμενοι πενίῃ;
753-756
ταῦτα μαθών, φίλ᾽ ἑταῖρε, δικαίως χρήματα ποιοῦ,σώφρονα θυμὸν ἔχων ἐκτὸς ἀτασθαλίης,
αἰεὶ τῶνδ᾽ ἐπέων μεμνημένος: εἰς δὲ τελευτὴν
αἰνήσεις μύθῳ σώφρονι πειθόμενος.
757-768
Ζεὺς μὲν τῆσδε πόληος ὑπειρέχοι αἰθέρι ναίωναἰεὶ δεξιτέρην χεῖρ᾽ ἐπ᾽ ἀπημοσύνῃ,
ἄλλοι τ᾽ ἀθάνατοι μάκαρες θεοί: αὐτὰρ Ἀπόλλων
ὀρθώσαι γλῶσσαν καὶ νόον ἡμέτερον:
φόρμιγξ δ᾽ αὖ φθέγγοιθ᾽ ἱερὸν μέλος ἠδὲ καὶ αὐλός:
ἡμεῖς δὲ σπονδαῖς θ εο ὺς ἀπαρεσσάμενοι
πίνωμεν, χαρίεντα μετ᾽ ἀλλήλοισι λέγοντες,
μηδὲν τὸν Μήδων δειδιότες πόλεμον.
ὧδ᾽ εἴη κεν ἄμεινον ὁμόφρονα θυμὸν ἔχοντας
νόσφι μεριμνάων εὐφροσύνως διάγειν
τερπομένους, τηλοῦ δὲ κακὰς ἀπὸ κῆρας ἀμῦναι,
γῆράς τ᾽ οὐλόμενον καὶ θανάτοιο τέλος.
769-772
χρὴ Μουσῶν θεράποντα καὶ ἄγγελον, εἴ τι περισσὸνεἰδείη, σοφίης μὴ φθονερὸν τελέθειν,
ἀλλὰ τὰ μὲν μῶσθαι, τὰ δὲ δεικνύναι, ἄλλα δὲ ποιεῖν:
τί σφιν χρήσηται μοῦνος ἐπιστάμενος;
773-782
†Φοῖβε ἄναξ, αὐτὸς μὲν ἐπύργωσας πόλιν ἄκρην,Ἀλκαθόῳ Πέλοπος παιδὶ χαριζόμενος:
αὐτὸς δὲ στρατὸν ὑβριστὴν Μήδων ἀπέρυκε
τῆσδε πόλευς, ἵνα σοι λαοὶ ἔν εὐφροσύνῃ
ἦρος ἐπερχομένου κλειτὰς πέμπωσ᾽ ἑκατόμβας,
τερπόμενοι κιθάρῃ καὶ θαλίῃ ἐρατῇ
παιάνων τε χοροῖς ἰαχῇσί τε σὸν περὶ βωμόν.
ἦ γὰρ ἔγωγε δέδοικ᾽ ἀφραδίην ἐσορῶν
καὶ στάσιν Ἑλλήνων λαοφθόρον. ἀλλὰ σύ, Φοῖβε,
ἵλαος ἡμετέρην τήνδε φύλασσε πόλιν.
783-788
†ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν,ἦλθον δ᾽ Εὐβοίης ἀμπελόεν πεδίον, σπάρτην τ᾽ Εὐρώτα δονακοτρόφου ἀγλαὸν ἄστυ,
καί μ᾽ ἐφίλευν προφρόνως πάντες ἐπερχόμενον.
ἀλλ᾽ οὔτις μοι τέρψις ἐπὶ φρένας ἦλθεν ἐκείνων:
οὕτως οὐδὲν ἄρ᾽ ἦν φίλτερον ἄλλο πάτρης.
789-792
μήποτέ μοι μελέδημα νεώτερον ἄλλο φανείηἀντ᾽ ἐρατῆς σοφίης, ἀλλὰ τόδ᾽ αἰὲν ἔχων
τερποίμην φόρμιγγι καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ,
καὶ μετὰ τῶν ἀγαθῶν ἐσθλὸν ἔχοιμι νόον.
793-796
μήτε τινὰ ξείνων δηλεύμενος ἔργμασι λυγροῖςμήτε τιν᾽ ἐνδήμων, ἀλλὰ δίκαιος ἐών,
τὴν σαυτοῦ φρένα τέρπε: δυσηλεγέων δὲ πολιτῶν
ἄλλος τοί σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.
797-798
τοὺς ἀγαθοὺς ἄλλος μάλα μέμφεται, ἄλλος ἐπαινεῖ:τῶν δὲ κακῶν μνήμη γίνεται οὐδεμία.
799-800
ἀνθρώπων δ᾽ ἄψεκτος ἐπὶ χθονὶ γίνεται οὐδείς:ἀλλ᾽ ὣς λώϊον, εἰ μὴ πλεόνεσσι μέλοι.
801-804
οὐδεὶς ἀνθρώπων οὔτ᾽ ἔσσεται οὔτε πέφυκεν,ὅστις πᾶσιν ἁδὼν δύσεται εἰς Ἀΐδεω :
οὐδὲ γὰρ ὃς θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,
Ζεὺς Κρονίδης, θνητοῖς πᾶσιν ἁδεῖν δύναται.
805-810
805τόρνου καὶ στάθμης καὶ γνώμονος ἄνδρα θεωρὸνεὐθύτερον χρὴ ἔμεν, Κύρνε, φυλασσόμενον,
ᾧτινί κεν Πυθῶνι θεοῦ χρήσασ᾽ ἱέρεια
ὀμφὴν σημήνῃ πίονος ἐξ ἀδύτου:
οὔτε τι γὰρ προσθεὶς οὐδέν κ᾽ ἔτι φάρμακον εὕροις,
οὔτ᾽ ἀφελὼν πρὸς θεῶ ν ἀμπλακίην προφύγοις.
811-814
χρῆμ᾽ ἔπαθον θανάτου μὲν ἀεικέος οὔτι κάκιον,τῶν δ᾽ ἄλλων πάντων, Κύρν᾽, ἀνιηρότατον:
οἵ με φίλοι προὔδωκαν. ἐγὼ δ᾽ ἐχθροῖσι πελασθεὶς
ἐδήσω καὶ τοὺς ὅντιν᾽ ἔχουσι νόον.
815-816
815βοῦς μοι ἐπὶ γλώσσῃ κρατερῷ ποδὶ λὰξ ἐπιβαίνωνἴσχει κωτίλλειν καίπερ ἐπιστάμενον.
817-818
Κύρν᾽, ἔμπης δ᾽ ὅτι μοῖρα παθεῖν οὐκ ἔσθ᾽ ὑπαλύξαι:ὅττι δὲ μοῖρα παθεῖν οὔτι δέδοικα παθεῖν.
819-820
ἐς πολυάρητον κακὸν ἥκομεν, ἔνθα μάλιστα,Κύρνε, συναμφοτέρους μοῖρα λάβοι θανάτου.
821-822
οἵ κ᾽ ἀπογηράσκοντας ἀτιμάζωσι τοκῆας,τούτων τοι χώρη, Κύρν᾽, ὀλίγη τελέθει.
823-824
μήτε τιν᾽ αὖξε τύραννον ἐπ᾽ ἐλπίδι κέρδεσιν εἴκων,μήτε κτεῖνε θεῶν ὅρκια συνθέμενος.
825-830
825πῶς ὑμῖν τέτληκεν ὑπ᾽ αὐλητῆρος ἀείδεινθυμός, γῆς δ᾽ οὖρος φαίνεται ἐξ ἀγορῆς
ἥτε τρέφει καρποῖσιν ἐν εἰλαπίναις ῥοφέοντας
ἀνθεῦντάς τε κόμας πορφυρέοις στεφάνοις ;
ἀλλ᾽ ἄγε δή, σκύθα, κεῖρε κόμην, ἀπόπαυε δὲ κῶμον,
πένθει δ᾽ εὐώδη χῶρον ἀπολλύμενον.
831-832
πίστει χρήματ᾽ ὄλεσσα, ἀπιστίῃ δ᾽ ἐσάωσα:γνώμη δ᾽ ἀργαλέη γίνεται ἀμφοτέρων.
833-836
πάντα τάδ᾽ ἐν κοράκεσσι καὶ ἐν φθόρῳ, οὐδέ τις ἡμῖναἴτιος ἀθανάτων, Κύρνε, θεῶν μακάρων.
ἀλλ᾽ ἀνδρῶν τε βίη καὶ κέρδεα δειλὰ καὶ ὕβρις
πολλῶν ἐξ ἀγαθῶν ἐς κακότητ᾽ ἔβαλεν.
837-840
δισσαί τοι πόσιος κῆρες δειλοῖσι βροτοῖσιν,δίψα τε λυσιμελὴς καὶ μέθυσις χαλεπή:
τούτων δ᾽ ἂν τὸ μέσον στρωφήσομαι, οὐδέ με πείσεις
οὔτε τι μὴ πίνειν οὔτε λίην μεθύειν.
841-844
οἶνος ἐμοὶ τὰ μὲν ἄλλα χαρίζεται, ἓν δ᾽ ἀχάριστος,εὖτ᾽ ἂν θωρήξας μ᾽ ἄνδρα πρὸς ἐχθρὸν ἄγῃ:
ἀλλ᾽ ὅτε τἀγκαθύπερθεν ἐόνθ᾽ ὑπένερθε γένηται,
τουτάκις οἴκαδ᾽ ἴμεν παυσάμενοι πόσιος.
845-846
845εὖ μὲν κείμενον ἄστυ κακῶς θέμεν εὐμαρές ἐστιν,εὖ δὲ θέμεν τὸ κακῶς κείμενον ἀργαλέον.
847-850
λὰξ ἐπίβα δήηῳ κενεόφρονι, τύπτε δὲ κέντρῳὀξέϊ, καὶ ζεύγλην δύσλοφον ἀμφιτίθει:
οὐ γὰρ ἔθ᾽ εὑρήσεις δῆμον φιλοδέσποτον ὧδε
ἀνθρώπων ὁπόσους ἠέλιος καθορᾷ.
851-852
Ζεὺς ἄνδρ᾽ ἐξολέσειεν Ὀλύμπιος, ὃς τὸν ἑταῖρονμαλθακὰ κωτίλλων ἐξαπατᾶν ἐθέλει.
853-854
Ἤιδεα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώϊα δὴ νῦν,οὕνεκα τοῖς δειλοῖς οὐδεμί᾽ ἐστὶ χάρις.
855-856
855†πολλάκι δὴ πόλις ἥδε δί᾽ ἡγεμόνων κακότηταὥσπερ κεκλιμένη ναῦς παρὰ γῆν ἔδραμεν.
857-860
τῶν δὲ φίλων εἰ μέν τις ὁρᾷ μέ τι δειλὸν ἔχοντα,αὐχέν᾽ ἀποστρέψας οὐδ᾽ ἐσορᾶν ἐθέλει:
ἢν δέ τί μοί ποθεν ἐσθλόν, ἃ παυράκι γίνεται ἀνδρί,
πολλοὺς ἀσπασμοὺς καὶ φιλότητας ἔχω.
861-864
οἵ με φίλοι προδιδοῦσι καὶ οὐκ ἐθέλουσί τι δοῦναιἀνδρῶν φαινομένων: ἀλλ᾽ ἐγὼ αὐτομάτη
ἑσπεριή τ᾽ ἔξειμι καὶ ὀρθρίη αὖτις ἔσειμι,
ἦμος ἀλεκτρυόνων φθόγγος ἐγειρομένων.
865-868
865πολλοῖς ἀχρήστοισι θεὸς διδοῖ ἀνδράσιν ὄλβον,ὅστις μήτ᾽ αὐτῷ βέλτερος οὐδὲν ἐὼν
μήτε φίλοις. ἀρετῆς δὲ μέγα κλέος οὔποτ᾽ ὀλεῖται:
αἰχμητὴς γὰρ ἀνὴρ γῆν τε καὶ ἄστυ σαοῖ.
869-872
ἔν μοι ἔπειτα πέσοι μέγας οὐρανὸς εὐρὺς ὕπερθενχάλκεος, ἀνθρώπων δεῖμα χαμαιγενέων,
εἰ μὴ ἐγὼ τοῖσιν μὲν ἐπαρκέσω οἵ με φιλεῦσι,
τοῖς δ᾽ ἐχθροῖς ἀνίη καὶ μέγα πῆμ᾽ ἔσομαι.
873-876
Οἶνε, τὰ μέν σ᾽ αἰνῶ, τὰ δὲ μέμφομαι: οὐδέ σε πάμπανοὔτε ποτ᾽ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι.
ἐσθλὸν καὶ κακόν ἐσσι: τίς ἄν σέ γε μωμήσαιτο,
τίς δ᾽ ἂν ἐπαινήσαι, μέτρον ἔχων σοφίης;
877-878
Ἥβα μοι, φίλε θυμέ: τάχ᾽ αὖ τινες ἄλλοι ἔσονταιἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν᾽ ἔσομαι.
879-884
†πῖν᾽ οἶνον, τὸν ἐμοὶ κορυφῇς ὕπο Τηϋγέτοιοἄμπελοι ἤνεγκαν, τὰς ἐφύτευσ᾽ ὁ γέρων
οὔρεος ἐν βήσσῃσι θεοῖσι φίλος Θεότιμος
ἐκ Πλατανιστοῦντος ψυχρὸν ὕδωρ ἐπάγων:
τοῦ πίνων ἀπὸ μὲν χαλεπὰς σκεδάσεις μελεδώνας,
θωρηχθεὶς δ᾽ ἔσεαι πολλὸν ἐλαφρότερος.
885-886
885εἰρήνη καὶ Πλοῦτος ἔχοι πόλιν, ὄφρα μετ᾽ ἄλλωνκωμάζοιμι: κακοῦ δ᾽ οὐκ ἔραμαι πολέμου.
887-888
μηδὲ λίην κήρυκος ἀν᾽ οὖς ἔχε μακρὰ βοῶντος:οὐ γὰρ πατρῴας γῆς πέρι μαρνάμεθα.
889-890
ἀλλ᾽ αἰσχρὸν παρεόντα καὶ ὠκυπόδων ἐπιβάνταἵππων μὴ πόλεμον δακρυόεντ᾽ ἐσιδεῖν.
891-894
οἴ μοι ἀναλκείης: ἀπὸ μὲν Κήρινθος ὄλωλεν,Ληλάντου δ᾽ ἀγαθὸν κείρεται οἰνόπεδον:
οἱ δ᾽ ἀγαθοὶ φεύγουσι, πόλιν δὲ κακοὶ διέπουσιν.
ὡς δὴ Κυψελιδέων Ζεὺς ὀλέσειε γένος.
895-896
895γνώμης δ᾽ οὐδὲν ἄμεινον ἀνὴρ ἔχει αὐτὸς ἐν αὐτῷοὐδ᾽ ἀγνωμοσύνης, Κύρν᾽, ὀδυνηρότερον.
897-900
Ζεὺς εἰ πάντ᾽ ἄνδρεσσι καταθνητοῖς χαλέπαινεν,γινῴσκων καὶ νοῦν οἷον ἕκαστος ἔχει
αὐτὸς ἐνὶ στήθεσσι καὶ ἔργματα τῶν τε δικαίων
τῶν τ᾽ ἀδίκων, μέγα κεν πῆμα βροτοῖσιν ἐπῆν.
901-902
ἔστιν ὁ μὲν χείρων ὁ δ᾽ ἀμείνων ἔργον ἕκαστον:οὐδεὶς δ᾽ ἀνθρώπων αὐτὸς ἅπαντα σοφός.
903-930
†ὅστις ἀνάλωσιν τηρεῖ κατὰ χρήματα θηκῶν,κυδίστην ἀρετὴν τοῖς συνιεῖσιν ἔχει.
εἰ μὲν γὰρ κατιδεῖν βιότου τέλος ἦν, ὁπόσον τις
ἤμελλ᾽ ἐκτελέσας εἰς Ἀΐδαο περᾶν,
εἰκὸς ἂν ἦν, ὃς μὲν πλείω χρόνον αἶσαν ἔμιμνε,
φείδεσθαι μᾶλλον τοῦτον, ἵν᾽ εἶχε βίον:
νῦν δ᾽ οὐκ ἔστιν. ὃ δὴ καὶ ἐμοὶ μέγα πένθος ὄρωρεν,
910καὶ δάκνομαι ψυχήν, καὶ δίχα θυμὸν ἔχω.
ἐν τριόδῳ δ᾽ ἕστηκα: δὔ εἰσὶ πρόσθεν ὁδοί μοι:
φροντίζω τούτων ἥντιν᾽ ἴω πρότερην:
ἢ μηδὲν δαπανῶν τρύχω βίον ἐν κακότητι,
ἢ ζώω τερπνῶς ἔργα τελῶν ὀλίγα.
εἶδον μὲν γὰρ ἔγωγ᾽, ὃς ἐφείδετο, κοὔποτε γαστρὶ
σῖτον ἐλευθέριον πλούσιος ὢν ἐδίδου,
ἀλλὰ πρὶν ἐκτελέσαι κατέβη δόμον Ἄϊδος εἴσω,
χρήματα δ᾽ ἀνθρώπων οὑπιτυχὼν ἔλαβεν:
ὥστ᾽ ἐς ἄκαιρα πονεῖν καὶ μὴ δόμεν ᾧ κε θέλῃσι.
920εἶδον δ᾽ ἄλλον, ὃς ᾗ γαστρὶ χαριζόμενος
χρήματα μὲν διέτριψεν, ἔφη δ᾽ Ὑπάγω φρένα τέρψας:
πτωχεύει δὲ φίλους πάντας, ὅπου τιν᾽ ἴδῃ.
οὕτω, Δημόκλεις, κατὰ χρήματ᾽ ἄριστον ἁπάντων
τὴν δαπάνην θέσθαι καὶ μελέτην ἐχέμεν.
οὔτε γὰρ ἂν προκαμὼν ἄλλῳ καμάτου μεταδοίης,
οὔτ᾽ ἂν πτωχεύων δουλοσύνην τελέοις:
οὐδ᾽, εἰ γῆρας ἵκοιο, τὰ χρήματα πάντ᾽ ἀποδραίη.
ἐν δὲ τοιῷδε γένει χρήματ᾽ ἄριστον ἔχειν:
ἢν μὲν γὰρ πλουτῇς, πολλοὶ φίλοι, ἢν δὲ πένηαι,
παῦροι, κοὐκέθ᾽ ὁμῶς αὐτὸς ἀνὴρ ἀγαθός.
931-932
φείδεσθαι μὲν ἄμεινον, ἐπε ὶ ο ὐδὲ θανὀντ᾽ ἀποκλαίειοὐδείς, ἢν μὴ ὁρᾷ χρήματα λειπόμενα.
933-938
παύροις ἀνθρώπων ἀρετὴ καὶ κάλλος ὀπηδεῖ:ὄλβιος, ὃς τούτων ἀμφοτέρων ἔλαχεν.
πάντες μιν τιμῶσιν: ὁμῶς νέοι οἵ τε κατ᾽ αὐτὸν
χώρης εἴκουσιν τοί τε παλαιότεροι:
γηράσκων δ᾽ ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτὸν
βλάπτειν οὔτ᾽ αἰδοῦς οὔτε δίκης ἐθέλει.
939-942
οὐ δύναμαι φωνῇ λίγ᾽ ἀειδέμεν ὥσπερ ἀηδών:καὶ γὰρ τὴν προτέρην νύκτ᾽ ἐπὶ κῶμον ἔβην.
οὐδὲ τὸν αὐλητὴν προφασίζομαι: ἀλλά με γῆρυς
ἐκλείπει σοφίης οὐκ ἐπιδευόμενον.
943-944
ἐγγύθεν αὐλητῆρος ἀείσομαι ὧδε καταστὰςδεξιός, ἀθανάτοις θ εοῖσιν ἐπευχόμενος.
945-946
945εἶμι παρὰ στάθμην ὀρθὴν ὁδόν, οὐδετέρωσεκλινόμενος: χρὴ γάρ μ᾽ ἄρτια πάντα νοεῖν.
947-948
πατρίδα κοσμήσω, λιπαρὴν πόλιν, οὔτ᾽ ἐπὶ δήμῳτρέψας οὔτ᾽ ἀδίκοις ἀνδράσι πειθόμενος.
949-954
νεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθὼς950ποσσὶ καταιμάρψας αἵματος οὐκ ἔπιον:
τειχέων δ᾽ ὑψηλῶν ἐπιβὰς πόλιν οὐκ ἀλάπαξα:
ζευξάμενος δ᾽ ἵππους ἅρματος οὐκ ἐπέβην:
πρήξας δ᾽ οὐκ ἔπρηξα, καὶ οὐκ ἐτέλεσσα τελέσσας,
δρήσας δ᾽ οὐκ ἔδρησ᾽, ἤνυσα δ᾽ οὐκ ἀνύσας.
955-956
955δειλοὺς εὖ ἕρδοντι δύω κακά: τῶν τε γὰρ αὐτοῦχήρευσε κτεάνων, καὶ χάρις οὐδεμία.
957-958
εἴ τι παθὼν ἀπ᾽ ἐμεῦ ἀγαθὸν μέγα μὴ χάριν οἶδας,χρῄζων ἡμετέρους αὖτις ἵκοιο δόμους.
959-962
ἔστε μὲν αὐτὸς ἔπινον ἀπὸ κρήνης μελανύδρου,ἡδύ τέ μοί τι δόκει καὶ καλὸν εἶμεν ὕδωρ:
νῦν δ᾽ ἤδη τεθόλωται, ὕδωρ δ᾽ ἀναμίσγεται ὕλῃ:
ἄλλης δὴ κρήνης πίομαι ἡδυπότου.
963-970
†μήποτ᾽ ἐπαινήσῃς πρὶν ἂν εἰδῇς ἄνδρα σαφηνέως,ὀργὴν καὶ θυμὸν καὶ τρόπον ὅντιν᾽ ἔχει.
πολλοί τοι κίβδηλον ἐπίκλοπον ἦθος ἔχοντες
κρύπτουσ᾽, ἐνθέμενοι ῥυθμὸν ἐφημέριον:
τούτων δ᾽ ἐκφαίνει πάντων χρόνος ἦθος ἑκάστου.
καὶ γὰρ ἐγὼ γνώμης πολλὸν ἄρ᾽ ἐκτὸς ἔβην:
ἔφθην δ᾽ αἰνήσας πρίν σου κατὰ πάντα δαῆναι
ἤθεα: νῦν δ᾽ ἤδη νηῦς ἅθ᾽ ἑκὰς διέχω.
971-972
τίς δ᾽ ἀρετὴ πίνοντ᾽ ἐπιοίνιον ἆθλον ἑλέσθαι;πολλάκι τοι νικᾷ καὶ κακὸς ἄνδρ᾽ ἀγαθόν.
973-978
†οὐδεὶς ἀνθρώπων, ὅτε πρῶτ᾽ ἐπὶ γαῖα καλύψῃεἴς τ᾽ Ἔρεβος καταβῇ δώματα Περσεφόνης,
τέρπεται οὔτε λύρης οὔτ᾽ αὐλητῆρος ἀκούων,
οὔτε Διωνύσου δῶρ᾽ ἔτ᾽ ἀειρόμενος.
ταῦτ᾽ ἐσορῶν κραδίην εὖ πείσομαι, ὄφρα τ᾽ ἐλαφρὰ
γούνατα καὶ κεφαλὴν ἀτρεμέως προφέρω.
979-982
μή μοι ἀνὴρ εἴη γλώσσῃ φίλος, ἀλλὰ καὶ ἔργῳ:χερσίν τε σπεύδοι χρήμασί τ᾽ ἀμφότερα.
μηδὲ παρὰ κρητῆρι λόγοισιν ἐμὴν φρένα θέλγοι,
ἀλλ᾽ ἕρδων φαίνοιτ᾽, εἴ τι δύναιτ᾽, ἀγαθός.
983-988
ἡμεῖς δ᾽ ἐν θαλίῃσι φίλον καταθώμεθα θυμόν,ὄφρα τι τερπωλῆς ἔργ᾽ ἐρατεινὰ φέρῃ.
αἶψα γὰρ ὥστε νόημα παρέρχεται ἀγλαὸς ἥβη:
οὐδ᾽ ἵππων ὁρμὴ γίνεται ὠκυτέρη,
αἵτε ἄνακτα φέρουσι δορυσσόον ἐς πόνον ἀνδρῶν
λάβρως πυροφόρῳ τερπόμεναι πεδίῳ.
989-990
πῖν᾽ ὁπόταν πίνωσιν: ὅταν δέ τι θυμὸν ἀσηθῇς,μηδεὶς ἀνθρώπων γνῷ σε βαρυνόμενον.
991-992
ἄλλοτέ τοι πάσχων ἀνιήσεαι, ἄλλοτε δ᾽ ἕρδωνχαιρήσεις: δύναται δ᾽ ἄλλοτε ἄλλος ἀνήρ.
993-996
εἰ θείης, Ἀκάδημε, μ᾽ ἐφίμερον ὕμνον ἀείδειν,ἆθλον δ᾽ ἐν μέσσῳ παῖς καλὸν ἄνθος ἔχων
σοί τ᾽ εἴη καὶ ἐμοὶ σοφίης πέρι δηρισάντοιν,
γνοίης χ᾽ ὅσσον ὄνων κρέσσονες ἡμίονοι.
997-1002
τῆμος δ᾽ ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππουςἄρτι παραλλάσσοι μέσσατον ἦμαρ ἐλῶν,
δείπνου δηὖτ᾽ ἀλέγοιμεν ὅσου τινὰ θυμὸς ἀνώγοι,
1000παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι,
χέρνιβα δ᾽ αἶψα θύραζε φέροι στεφανώματα δ᾽ ἕσσαι
εὐειδὴς ῥαδιναῖς χερσὶ Λάκαινα κόρη.
1003-1006
ἥδ᾽ ἀρετή, τόδ᾽ ἄεθλον ἐν ἀνθρώποισιν ἄριστονκάλλιστόν τε φέρειν γίνεται ἀνδρὶ σοφῷ,
ξυνὸν δ᾽ ἐσθλὸν τοῦτο πόληΐ τε παντί τε δήμῳ,
ὅστις ἂν εὖ διαβὰς ἐν προμάχοισι μένῃ.
1007-1012
†ξυνὸν δ᾽ ἀνθρώποις ὑποθήσομαι, ὄφρα τις ἡβᾷἀγλαὸν ἄνθος ἔχων καὶ φρεσὶν ἐσθλὰ νοῇ,
τῶν αὐτοῦ κτεάνων εὖ πάσχεμεν: οὐ γὰρ ἀνηβᾶν
1010δὶς πέλεται πρὸς θεῶν οὐδὲ λύσις θανάτου
θνητοῖς ἀνθρώποισι: καλὸν δ᾽ ἐπὶ γῆρας ἐλέγχει
οὐλόμενον, κεφαλῆς δ᾽ ἅπτεται ἀκροτάτης.
1013-1016
ἄ μάκαρ εὐδαίμων τε καὶ ὄλβιος, ὅστις ἄπειροςἄθλων εἰς Ἀΐδεω δῶμα μέλαν καταβῇ,
πρίν τ᾽ ἐχθροὺς πτῆξαι καὶ ὑπερβῆναί περ ἀνάγκῃ
ἐξετάσαι τε φίλους ὅντιν᾽ ἔχουσι νόον.
1017-1022
αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς,πτοιῶμαι δ᾽ ἐσορῶν ἄνθος ὁμηλικίης
τερπνὸν ὁμῶς καὶ καλόν, ἐπεὶ πλέον ὤφελεν εἶναι:
1020ἀλλ᾽ ὀλιγοχρόνιος γίνεται ὥσπερ ὄναρ
ἥβη τιμήεσσα, τὸ δ᾽ οὐλόμενον καὶ ἄμορφον
αὐτίχ᾽ ὑπὲρ κεφαλῆς γῆρας ὑπερκρέμαται.
1023-1024
οὔποτε τοῖς ἐχθροῖσιν ὑπὸ ζυγὸν αὐχένα θήσωδύσλοφον, οὐδ᾽ εἴ μοι Τμῶλος ἔπεστι κάρῃ.
1025-1026
1025δειλοί τοι κακότητι ματαιότεροι νόον εἰσίν,τῶν δ᾽ ἀγαθῶν αἰεὶ πρήξιες ἰθύτεραι.
1027-1028
ῥηϊδίη τοι πρῆξις ἐν ἀνθρώποις κακότητος,τοῦ δ᾽ ἀγαθοῦ χαλεπή, Κύρνε, πέλει παλάμη.
1029-1036
τόλμα, θυμέ, κακοῖσιν ὅμως ἄτλητα πεπονθώς:1030δειλῶν τοι κραδίη γίνεται ὀξυτέρη.
μηδὲ σύ γ᾽ ἀπρήκτοισιν ἐπ᾽ ἔργμασιν ἄλγος ἀέξων
ὄχθει, μηδ᾽ ἄχθευ, μηδὲ φίλους ἀνία,
μηδ᾽ ἐχθροὺς εὔφραινε. θεῶν δ᾽ εἱμαρμένα δῶρα
οὐκ ἂν ῥηϊδίως θνητὸς ἀνὴρ προφύγοι,
οὔτ᾽ ἂν πορφυρέης καταδὺς ἐς πυθμένα λίμνης,
οὔθ᾽ ὅταν αὐτὸν ἔχῃ Τάρταρος ἠερόεις.
1037-1038
ἄνδρα τοίἐστ᾽ ἀγαθὸν χαλεπώτατον ἐξαπατῆσαι,ὡς ἐμοὶ ἐν γνώμῃ, Κύρνε, πάλαι κέκριται.
1038α-1038β
Ἤιδεα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώϊα δὴ νῦν,οὕνεκα τοῖς δειλοῖς οὐδεμἴ ἐστὶ χάρις.
1039-1040
ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτινες οἶνονμὴ πίνωσ᾽ ἄστρου Σειρίου ἀρχομένου.
1041-1042
δεῦρο σὺν αὐλητῆρι: παρὰ κλαίοντι γελῶντεςπίνωμεν κείνου κήδεσι τερπόμενοι.
1043-1044
Εὕδωμεν: φυλακὴ δὲ πόλευς φυλάκεσσι μελήσειἈστυφέλης ἐρατῆς πατρίδος ἡμετέρης.
1045-1046
1045ναὶ μὰ Δἴ, εἴ τις τῶνδε καὶ ἐγκεκαλυμμἑνος εὕδει,ἡμέτερον κῶμον δέξεται ἁρπαλέως.
1047-1048
νῦν μὲν πίνοντες τερπώμεθα, καλὰ λέγοντες:ἅσσα δ᾽ ἔπειτ᾽ ἔσται, ταῦτα θεοῖσι μέλει.
1049-1054
†σοὶ δ᾽ ἐγὼ οἷά τε παιδὶ πατὴρ ὑποθήσομαι αὐτὸςἐσθλά: σὺ δ᾽ ἐν θυμῷ καὶ φρεσὶ ταῦτα βάλευ.
μήποτ᾽ ἐπειγόμενος πράξῃς κακόν, ἀλλὰ βαθείῃ
τῇ φρενὶ βούλευσαι σωσιδίκῳ τε νόῳ:
τῶν γὰρ μαινομένων πέτεται θυμός τε νόος τε,
βουλὴ δ᾽ εἰς ἀγαθὸν καὶ νόον ἐσθλὸν ἄγει.
1055-1058
1055ἀλλὰ λόγον μὲν τοῦτον ἐάσομεν, αὐτὰρ ἐμοὶ σὺαὔλει, καὶ Μουσῶν μνησόμεθ᾽ ἀμφότεροι:
αὗται γὰρ τάδ᾽ ἔδωκαν ἔχειν κεχαρις μένα δῶρα
σοὶ καὶ ἐμοί, συνέμεν δ᾽ ἀμφιπερικτίοσιν.
1059-1062
†̣Τιμαγόρα, πολλῶν ὀργὴν ἀπάτερθεν ὁρῶντιγινῴσκειν χαλεπόν, καίπερ ἐόντι σοφῷ:
οἱ μὲν γὰρ κακότητα κατακρύψαντες ἔχουσι
πλούτῳ, τοὶ δ᾽ ἀρετὴν οὐλομένῃ πενίῃ.
1063-1068
ἐν δ᾽ ἥβῃ πάρα μὲν ξὺν ὁμήλικι πάννυχον εὕδεινἱμερτῶν ἔργων ἐξ ἔρον ἱέμενον,
ἔστι δὲ κωμάζοντα μετ᾽ αὐλητῆρος ἀείδειν.
οὐδέν τοι τούτων ἄλλ᾽ ἔπι τερπνότερον
ἀνδράσιν οὐδὲ γυναιξί. τί μοι πλοῦτός τε καὶ αἰδώς;
τερπωλὴ νικᾷ πάντα σὺν εὐφροσύνῃ.
1069-1070
ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτε θανόνταςκλαίουσ᾽, οὐδ᾽ ἥβης ἄνθος ἀπολλύμενον.
1070α-1070β
τέρπεό μοι, φίλε θυμέ: τάχ᾽ αὖ τινες ἄλλοι ἔσονταιἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν᾽ ἔσομαι.
1071-1074
Κύρνε, φίλους πρὸς πάντας ἐπίστρεφε ποικίλον ἦθος,συμμίσγων ὀργὴν οἷος ἕκαστος ἔφυ:
νῦν μὲν τῷδ᾽ ἐφέπευ, τοτὲ δ᾽ ἀλλοῖος πέλευ ὀργήν.
κρεῖσσόν τοι σοφίη καὶ μεγαλῆς ἀρετῆς.
1075-1078
1075πρήγματος ἀπρήκτου χαλεπώτατόν ἐστι τελευτὴνγνῶναι ὅπως μέλλει τοῦτο θεὸς τελέσαι:
ὄρφνη γὰρ τέταται, πρὸ δὲ τοῦ μέλλοντος ἔσεσθαι
οὐ ξυνετὰ θνητοῖς πείρατ᾽ ἀμηχανίης.
1079-1080
οὐδένα τῶν ἐχθρῶν μωμήσομαι ἐσθλὸν ἐόντδ,οὐδὲ μὲν αἰνήσω δειλὸν ἐόντα φίλον.
1081-1082β
Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκῃ ἄνδραὑβριστήν, χαλεπῆς ἡγεμόνα στάσιος:
ἀστοὶ μὲν γὰρ ἔασι σαόφρονες, ἡγεμόνες δὲ
τετράφαται πολλὴν ἐς κακότητα πεσεῖν.
1082ξ-1082φ
μή μ᾽ ἔπεσιν μὲν στέργε, νόον δ᾽ ἔχε καὶ φρένας ἄλλῃ,εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος:
ἀλλὰ φίλει καθαρὸν θέμενος νόον ἤ μ᾽ ἀποειπὼν
ἔχθαιρ᾽, ἐμφανέως νεῖκος ἀειράμενος.
1083-1084
οὕτω χρὴ τον γ᾽ ἐσθλὸν ἐπιστρέψαντα νόημαἔμπεδον αἰὲν ἔχειν ἐς τέλος ἀνδρὶ φίλῳ.
1085-1086
1085Δημῶναξ, σοὶ πολλὰ φέρειν βαρύ: οὐ γὰρ ἐπίστῃτοῦθ᾽ ἕρδειν ὅτι σοι μὴ καταθύμιον ᾖ.
1087-1090
Κάστορ καὶ Πολύδευκες, οἳ ἐν Λακεδαίμονι δίῃναίετ᾽ ἐπ᾽ Εὐρώτᾳ, καλλιρόῳ ποταμῷ,
εἴ ποτε βουλεύσαιμι φίλῳ κακόν, αὐτὸς ἔχοιμι,
εἰ δέ τι κεῖνος ἐμοί, δὶς τόσον αὐτὸς ἔχοι.
1091-1094
Ἀργαλέως μοι θυμὸς ἔχει περὶ σῆς φιλότητος:οὔτε γὰρ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι,
γινῴσκων χαλεπὸν μέν, ὅταν φίλος ἀνδρὶ γένηται,
ἐχθαίρειν, χαλεπὸν δ᾽ οὐκ ἐθέλοντα φιλεῖν.
1095-1096
1095σκέπτεο δὴ νῦν ἄλλον: ἐμοί γε μὲν οὔτις ἀνάγκητοῦθ᾽ ἕρδειν: τῶν μοι πρόσθε χάριν τίθεσο.
1097-1100
ἤδη καὶ πτερύγεσσιν ἐπαίρομαι ὥστε πετεινὸνἐκ λινέης νεφέλης ἄνδρα κακὸν προφυγών,
βρόκχον ἀπορρήξας: σὺ δ᾽ ἐμῆς φιλότητος ἁμαρτὼν
ὕστερον ἡμετέρην γνώσῃ ἐπιφροσύνην.
1101-1104
ὅστις σοι βούλευσεν ἐμεῦ πέρι καὶ σ᾽ ἐκέλευσενοἴχεσθαι προλιπόνθ᾽ ἡμετέρην φιλίην --
ὕβρις καὶ Μάγνητας ἀπώλεσε καὶ Κολοφῶνα
καὶ Σμύρνην: πάντως, Κύρνε, καὶ ὔμμ᾽ ἀπολεῖ.
1104α-1106
δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δ᾽ ἄριστον:πολλοὶ ἀπείρητοι δόξαν ἔχουσ᾽ ἀγαθοί.
ἐς βάσανον δ᾽ ἐλθὼν παρατριβόμενός τε μολίβδῳ
χρυσὸς ἄπεφθος ἐὼν δῆλος ἅπασιν ἔσῃ.
1107-1108
ὤ μοι ἐγὼ δειλός: καὶ δὴ κατάχαρμα μὲν ἐχθροῖςτοῖς δὲ φίλοισι πόνος δεινὰ παθὼν γενόμην.
1109-1114
Κύρν᾽, οἱ πρόσθ᾽ ἀγαθοὶ νῦν αὖ κακοί, οἱ δὲ κακοὶ πρὶννῦν ἀγαθοί. τίς κεν ταῦτ᾽ ἀνέχοιτ᾽ ἐσορῶν,
τοὺς ἀγαθοὺς μὲν ἀτιμοτέρους, κακίους δὲ λαχόντας
τιμῆς; μνηστεύει δ᾽ ἐκ κακοῦ ἐσθλὸς ἀνήρ:
ἀλλήλους δ᾽ ἀπατῶντες ἐπ᾽ ἀλλήλοισι γελῶσιν,
οὔτ᾽ ἀγαθῶν μνήμην εἰδότες οὔτε κακῶν.
1114α-1114β
πολλὰ δ᾽ ἀμηχανίῃσι κυλίνδομαι ἀχνύμενος κῆρ:ἀρχὴν γὰρ πενίης οὐχ ὑπερεδράμομεν.
1115-1116
1115χρήματ᾽ ἔχων πενίην μ᾽ ὠνείδισας: ἀλλὰ τὰ μέν μοιἔστι, τὰ δ᾽ ἐργάσομαι θ εο ῖσιν ἐπευξάμενος.
1117-1118
Πλοῦτε, θεῶν κάλλιστε καὶ ἱμεροέστατε πάντων,σὺν σοὶ καὶ κακὸς ὢν γίνεται ἐσθλὸς ἀνήρ.
1119-1122
ἥβης μέτρον ἔχοιμι, θιλοῖ δέ με Φοῖβος ἈπόλλωνΛητοϊδης καὶ Ζεὺς ἀθανάτων βασιλεύς,
ὄφρα δίκῃ ζώοιμι κακῶν ἔκτοσθεν ἁπάντων,
ἥβῃ καὶ πλούτῳ θυμὸν ἰαινόμενος.
1123-1128
μή με κακῶν μίμνῃσκε: πέπονθά τοι οἷά τ᾽ Ὀδυσσεύς,ὅστ᾽ Ἀΐδεω μέγα δῶμ᾽ ἤλυθεν ἐξαναδύς,
ὃς δὴ καὶ μνηστῆρας ἀνείλετο νηλέϊ θυμῷ
Πηνελόπης εὔφρων κουριδίης ἀλόχου,
ἥ μιν δήθ᾽ ὑπέμεινε φίλῳ παρὰ παιδὶ μένουσα
ὄφρα τε γῆς ἐπέβη δειμαλέους τε μυχούς ...
1129-1132
Ἐμπίομαι πενίης θυμοφθόρου οὐ μελεδαίνωνοὐδ᾽ ἀνδρῶν ἐχθρῶν οἵ με λέγουσι κακῶς:
ἀλλ᾽ ἥβην ἐρατὴν ὀλοφύρομαι, ἥ μ᾽ ἐπιλείπει,
κλαίω δ᾽ ἀργαλέον γῆρας ἐπερχόμενον.
1133-1134
Κύρνε, παροῦσι φίλοισι κακοῦ καταπαύσομεν ἀρχήν,ζητῶμεν δ᾽ ἕλκει φάρμακα φυομένῳ.
1135-1150
1135†ἐλπὶς ἐν ἀνθρώποισι μόνη θεὸς ἐσθλὴ ἔτ᾽ ἐστίν,ἄλλοι δ᾽ Οὔλυμπόνδ᾽ ἐκπρολιπόντες ἔβαν:
ᾤχετο μὲν Πίστις, μεγάλη θεός, ᾤχετο δ᾽ ἀνδρῶν
σωφροσύνη, Χάριτές τ᾽, ὦ φίλε, γῆν ἔλιπον.
ὅρκοι δ᾽ οὐκέτι πιστοὶ ἐν ἀνθρώποισι δίκαιοι,
1140οὐδὲ θεοὺς οὐδεὶς ἅζεται ἀθανάτους:
εὐσεβέων δ᾽ ἀνδρῶν γένος ἔφθιται, οὐδὲ θέμιστας
οὐκέτι γινῴσκουσ᾽ οὐδὲ μὲν εὐνομίας.
ἀλλ᾽ ὄφρα τις ζώῃ καὶ ὁρᾷ φάος ἠελίοιο
εὐσεβέων περὶ θ εο ὺς Ἐλπίδα προσσεβέτω:
εὐχέσθω δὲ θεοῖσι κατ᾽ ἀγλαὰ μηρία καίων
ἐλπίδι τε πρώτῃ καὶ πυμάτῃ θυέτω.
φραζέσθω δ᾽ ἀδίκων ἀνδρῶν σκολιὸν λόγον αἰεί,
οἳ θεῶ ν ἀθανάτων οὐδὲν ὀπιζόμενοι
αἰὲν ἐπ᾽ ἀλλοτρίοις κτεάνοις ἐπέχουσι νόημα,
αἰσχρὰ κακοῖς ἔργοις σύμβολα θηκάμενοι.
1151-1152
μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύναδειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος.
1153-1154
εἴη μοι πλουτοῦντι κακῶν ἀπάτερθε μεριμνέωνζώειν ἀβλαβέως μηδὲν ἔχοντι κακόν.
1155-1156
1155οὐκ ἔραμαι πλουτεῖν οὐδ᾽ εὔχομαι, ἀλλά μοι εἴηζῆν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν.
1157-1160
πλοῦτος καὶ σοφίη θνητοῖς ἀμαχώτατον αἰεί:οὔτε γὰρ ἂν πλούτου θυμὸν ὑπερκορέσαις,
ὣς δ᾽ αὔτως σοφίην ὁ σοφώτατος οὐκ ἀποφεύγε;,
ἀλλ᾽ ἔραται, θυμὸν δ᾽ οὐ δύναται τελέσαι.
1160ἁἰ
ὦ νέοι οἷ νῦν ἄνδρες ......
1160ἁιἰ-1160β
... ἐμοί γε μεν οὔτις ἀνάγκηταῦθ᾽ ἕρδειν: τῶν μοι πρόσθε χάριν τίθεσο.
1161-1162
οὐδένα θησαυρὸν παισὶν κατανῆσαι ἄμεινον:αἰτοῦσιν δ᾽ ἀγαθοῖς ἀνδράσι, Κύρνε, δίδου.
1162α-1162φ
οὐδεὶς γὰρ πάντ᾽ ἐστὶ πανόλβιος: ἀλλ᾽ ὁ μὲν ἐσθλὸςτολμᾷ ἔχων τὸ κακόν, κοὐκ ἐπίδηλον ὅμως:
δειλὸς δ᾽ οὔτ᾽ ἀγαθοῖς τις ἐπίσταται οὔτε κακοῖσι
θυμὸν ὁμῶς μίσγειν. ἀθανάτων τε δόσεις
παντοῖαι θνητοῖσιν ἐπέρχοντ᾽: ἀλλ᾽ ἐπιτολμᾶν
χρὴ δῶρ᾽ ἀθανάτων οἷα διδοῦσιν ἔχειν.
1163-1164
ὀφθαλμοὶ καὶ γλῶσσα καὶ οὔατα καὶ νόος ἀνδρὶἐν μέσσῳ στηθέων εὐξυνέτῳ φύεται.
1164α-1164δ
τοιοῦτός τοι ἀνὴρ ἔστω φίλος, ὃς τὸν ἑταῖρονγινῴσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει
ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, τοῦτ᾽ ἐνὶθυμῷ
φράζεο, καί ποτέ μου μνήσεαι ἐξοπίσω.
1164ε-1164η
οὔτιν᾽ ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος εὑρεῖνπιστὸν ἑταῖρον ὅτῳ μή τις ἔνεστι δόλος:
ἐς βάσανον δ᾽ ἐλθὼν παρατριβόμενός τε μολίβδῳ
χρυσός, ὑπερτερίης ἄμμιν ἔνεστι τύπος.
1165-1166
1165τοῖς ἀγαθοἷς σύμμισγε, κακοῖσι δὲ μήποθ᾽ ὁμαρτεῖ,εὖτ᾽ ἂν ὁδοῦ τελέῃς τέρματ᾽ ἐπ᾽ ἐμπορίην.
1167-1168
τῶν ἀγαθῶν ἐσθλὴ μὲν ἀπόκρισις ἐσθλὰ δὲ ἔργα:τῶν δὲ κακῶν ἄνεμοι δειλὰ φέρουσιν ἔπη.
1169-1170
ἐκ καχεταιρειης κακὰ γίνεται: εὖ δὲ καὶ αὐτὸςγνώσῃ, ἐπεὶ μεγάλους ἤλιτες ἀθανάτους.
1171-1176
γνώμην, Κύρνε, θεοὶ θνητοῖσι διδοῦσιν ἄριστονἀνθρώποις: γνώμη πείρατα παντὸς ἔχει.
ὢ μάκαρ, ὅστις δή μιν ἔχει φρεσίν: ἦ πολὺ κρέσσων
ὕβριος οὐλομένης λευγαλέου τε κόρου:
ἔστι δὲ ταῦτα βροτοῖσι κακῶν τῶν οὔτι κάκιον:
πᾶσα γὰρ ἐκ τούτων, Κύρνε, πέλει κακότης.
1177-1178
εἴ κ᾽ εἴης ἔργων αἰσχρῶν ἀπαθὴς καὶ ἀεργός,Κύρνε, μέγιστόν κεν πεῖραρ ἔχοις ἀρετῆς.
1178α-1178β
τολμᾶν χρὴ χαλεποῖσιν ἐν ἄλγεσιν ἦτορ ἔχοντα,πρὸς δὲ θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.
1179-1182
Κύρνε, θεοὺς αἰδοῦ καὶ δείδιθι: τοῦτο γὰρ ἄνδραεἴργει μήθ᾽ ἕρδειν μήτε λέγειν ἀσεβῆ:
δημοφάγον δὲ τύραννον, ὅπως ἐθέλῃς, κατακλῖναι
οὐ νέμεσις πρὸς θεῶν γίνεται οὐδεμία.
1183-1184
οὐδένα, Κύρν᾽, αὐγαὶ φαεσιβρότου ἠελίοιοἄνδρ᾽ ἐφορῶσ᾽ ᾧ μὴ μῶμος ἐπικρέμαται.
1184α-1184β
ἀστῶν δ᾽ οὐ δύναμαι γνῶναι νόον ὅντιν᾽ ἔχουσιν:οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς.
1185-1186
1185νοῦς ἀγαθὸν καὶ γλῶσσ᾽: ἀτὰρ ἐν παύροισι πέφυκενἀνδράσιν οἳ τούτων ἀμφοτέρων ταμίαι.
1187-1190
οὔτις ἄποινα διδοὺς θάνατον φύγοι, οὐδὲ βαρεῖανδυστυχίην, εἰ μὴ μοῖρ᾽ ἐπὶ τέρμα βάλοι:
οὐδ᾽ ἂν δυσφροσύνης ὅτε δὴ θεὸς ἄλγεα πέμποι,
θνητὸς ἀνὴρ δώροις ἱλάμενος προφύγοι.
1191-1194
οὐκ ἔραμαι κλισμῷ βασιληΐῳ ἐγκατακεῖσθαιτεθνέως, ἀλλά τι μοι ζῶντι γένοιτ᾽ ἀγαθόν.
ἀσπάλαθοι δὲ τάπησιν ὁμοῖον στρῶμα θανόντι:
εὔκολος ἢ σκληρῷ κλίνεται ἢ μαλακῷ.
1195-1196
1195μήτι θεοὺς ἐπίορκον ἐπόμνυθι: οὐ γὰρ ἀνυστὸνἀθανάτους κρύψαι χρεῖος ὀφειλόμενον.
1197-1202
ὄρνιθος φωνήν, Πολυπαίδη, ὀξὺ βοώσηςἤκουσ᾽, ἥτε βροτοῖς ἄγγελος ἦλθ᾽ ἀρότου
ὡραίου: καί μοι κραδίην ἐπάταξε μέλαιναν
ὅττι μοι εὐανθεῖς ἄλλοι ἔχουσιν ἀγρούς,
οὐδ᾽ ἐμοὶ ἡμίονοι κύφων᾽ ἕλκουσιν ἀρότρου,
τῆς μάλα μισητῆς εἵνεκα ναυτιλίης.
1203-1206
οὐκ εἶμ᾽, οὐδ᾽ ἐπ᾽ ἐμοῦ κεκλαύσεται οὐδ᾽ ἐπὶ τύμβῳοἰμωχθεὶς ὑπὸ γῆν εἶσι τύραννος ἀνήρ,
οὐδ᾽ ἂν ἐκεῖνος ἐμοῦ τεθνηότος οὔτ᾽ ἀνιῷτο
οὔτε κατὰ βλεφάρων θέρμα βάλοι δάκρυα.
1207-1208
οὔτε σε κωμάζειν ἀπερύκομεν οὔτε καλοῦμεν,ἀργαλέος παρεών, καὶ φίλος εὔτ᾽ ἂν ἀπῇς.
1209-1210
αἴθων μὲν γένος εἰμί, πόλιν δ᾽ εὐτείχεα Θήβηνοἰκῶ πατρῴας γῆς ἀπερυκόμενος.
1211-1216
μή μ᾽ ἀφελῶς παίζουσα φίλους δένναζε τοκῆας,Ἄργυρι. σοὶ μὲν γὰρ δούλιον ἦμαρ ἔπι:
ἡμῖν δ᾽ ἄλλα μέν ἐστι, γύναι, κακὰ πόλλ᾽ ἐπεὶ ἐκ γῆς
φεύγομεν, ἀργαλέη δ᾽ οὐκ ἔπι δουλοσύνη,
οὐδ᾽ ἡμᾶς περνᾶσι: πόλις γε μέν ἐστι καὶ ἡμῖν
καλὴ Ληθαίῳ κεκλιμένη πεδίῳ.
1217-1218
μήποτε πὰρ κλαίοντα καθεζόμενοι γελάσωμεντοῖς αὐτῶν ἀγαθοῖς, Κύρν᾽, ἐπιτερπόμενοι.
1219-1220
ἐχθρῷ μὲν χαλεπὸν τὸν δυσμενῆ ἐξαπατῆσαιΚύρνε, φίλον δὲ φίλῳ ῥᾴδιον ἐξαπατᾶν.
1221-12221
πολλὰ φέρειν εἴωθε δέος θνητοῖσι βροτοῖσιπταίσματα τῆς γνώμης, Κύρνε, ταρασσομένης.
1223-12242
οὐδέν, Κύρν᾽, ὀργῆς ἀδικώτερον, ἣ τὸν ἔχονταπημαίνει θυμῷ δειλὰ χαριζομένη.
1225-12263
1225οὐδέν, Κύρν᾽ ἀγαθῆς γλυκερώτερόν ἐστι γυναικός:μάρτυς ἐγώ, σὺ δ᾽ ἐμοὶ γίγνου ἀληθοσύνης.
1229-12304
ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρὸςτεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι.
2
1231-1234
Σχέτλἰ Ἔρως, μανίαι σ᾽ ἐτιθηνήσαντο λαβοῦσαι:ἐκ σέθεν ὤλετο μὲν Ἰλίου ἀκρόπολις,
ὤλετο δ᾽ Αἰγείδης Θησεὺς μέγας, ὤλετο δ᾽ Αἴας
ἐσθλὸς Ὀϊλιάδης σῇσιν ἀτασθαλίῃς.
1235-1238
1235ὦ παῖ, ἄκουσον ἐμεῦ δαμάσας φρένας: οὔτοι ἀπειθῆμῦθον ἐρῶ τῇ σῇ καρδίῃ οὐδ᾽ ἄχαριν:
ἀλλὰ τλῆθι νόῳ συνιεῖν ἔπος: οὔτοι ἀνάγκη
τοῦθ᾽ ἕρδειν ὅτι σοι μὴ καταθύμιον ᾖ.
1238α-1240
μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύναδειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος:
πολλάκι τοι παρ᾽ ἐμοὶ κατὰ σοῦ λέξουσι μάταια
καὶ παρὰ σοὶ κατ᾽ ἐμοῦ: τῶν δὲ σὺ μὴ ξύνιε.
1241-1242
χαιρήσεις τῇ πρόσθε παροιχομένῃ φιλότητι,τῆς δὲ παρερχομένης οὐκέτ᾽ ἔσῃ ταμίης.
1243-1244
δὴν δὴ καὶ φίλοι εἶμεν: ἔπειτ᾽ ἄλλοισιν ὁμίλειἦθος ἔχων δόλιον πίστιος ἀντίτυπον.
1245-1246
1245οὔποθ᾽ ὕδωρ καὶ πῦρ συμμείξεται, οὐδέ ποθ᾽ ἡμεῖςπιστοὶ ἐπ᾽ ἀλλήλοις καὶ φίλοι ἐσσόμεθα.
1247-1248
φρόντισον ἔχθος ἐμὸν καὶ ὑπέρβασιν, ἴσθι δὲ θυμῷὥς σ᾽ ἐφ᾽ ἁμαρτωλῇ τείσομαι ὡς δύναμαι.
1249-1252
παῖ, σὺ μὲν αὔτως ἵππῳ, ἐπεὶ σκιρτῶν ἐκορέσθηςαὖθις ἐπὶ σταθμοὺς ἤλυθες ἡμετέρους
ἡνίοχόν τε ποθῶν ἀγαθὸν λειμῶνα τε καλὸν
κρήνην τε ψυχρὴν ἄλσεά τε σκιερά.
1253-1254
ὄλβιος, ᾧ παῖδές τε φίλοι καὶ μώνυχες ἵπποιθηρευταί τε κύνες καὶ ξένοι ἀλλοδαποί.
1255-1256
1255ὅστις μὴ παῖδάς τε φιλεῖ καὶ μώνυχας ἵππουςκαὶ κύνας, οὔποτέ οἱ θυμὸς ἐν εὐφροσύνῃ:
1257-1258
ὦ παῖ, κιγκαλιδεῦσι πολυπλάγκτοισιν ὁμοιοῖὀργήν, ἄλλοτε τοῖς, ἄλλοτε τοῖσι φίλος.
1259-1262
ὦ παῖ, τὴν μορφὴν μὲν ἔφυς καλός, ἀλλ᾽ ἐπίκειταικαρτερὸς ἀγνοιῶν σῇ κεφαλῇ στέφανος:
ἰκτίνου γὰρ ἔχεις ἀγχιστρόφου ἐν φρεσὶν ἦθος
ἄλλων ἀνθρώπων ῥήμασι πειθόμενος.
1263-1266
ὦ παῖ, ὃς εὖ ἕρδοντι κακὴν ἀπέδωκας ἀμοιβήν,οὐδέ τις ἀντ᾽ ἀγαθῶν ἐστι χάρις παρὰ σοί,
οὐδέν πώ μ᾽ ὤνησας: ἐγὼ δέ σε πολλάκις ἤδη
εὖ ἕρδων αἰδοῦς οὐδεμιῆς ἔτυχον.
1267-1270
παῖς τε καὶ ἵππος ὁμοῖον ἔχει νόον: οὔτε γὰρ ἵπποςἡνίοχον κλαίει κείμενον ἐν κονίῃ,
ἀλλὰ τὸν ὕστερον ἄνδρα φέρει κριθαῖσι κορεσθείς:
ὣς δ᾽ αὔτως καὶ παῖς τὸν παρεόντα φιλεῖ.
1271-1274
ὦ ραῖ, μαργοσύνῃς ἀπὸ μὲν νόον ὤλεσας ἐσθλόν,αἰσχύνη τε φίλοις ἡμετέροις ἐγένου:
ἄμμε δ᾽ ἀνέψυξας μικρὸν χρόνον, ἐκ δὲ θυελλῶν
ἦκά γ᾽ ἐνωρμίσθην νυκτὸς ἐπειγομένης.
1275-1278
1275ὡραῖος καὶ Ἔρως ἐπιτέλλεται, ἡνίκα περ γῆἄνθεσιν εἰαρινοῖς θάλλει ἀεξομένη:
τῆμος Ἔρως προλιπὼν Κύπρον, περικαλλέα νῆσον,
εἶσιν ἐπ᾽ ἀνθρώπους χάρμα φέρων κατὰ γῆν.
1278α-1278β
ὅστις σοι βούλευσεν ἐμεῦ πέρι, καί σ᾽ ἐκέλευσενοἴχεσθαι προλιπόνθ᾽ ἡμετέρην φιλίην ...
1278ξ-1278δ
νεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθὼςποσσὶ καταιμάρψας αἵματος οὐκ ἔπιον.
1279-1282
οὐκ ἐθέλω σε κακῶς ἕρδειν, οὐδ᾽ εἴ μοι ἄμεινονπρὸς θεῶ ἀθανάτων ἔσσεται, ὦ καλὲ παῖ:
οὐ γὰρ ἁμαρτωλαῖσιν ἐπὶ σμικραῖσι κάθημαι,
τῶν δὲ καλῶν παίδων οὐ τίσις οὐδ᾽ ἀδίκων.
1283-1294
ὦ παῖ, μή μ᾽ ἀδίκει -- ἔτι σοι καταθύμιος εἶναιβούλομ᾽ -- ἐπιφροσύνῃ τοῦτο συνεὶς ἀγαθῇ:
οὐ γάρ τοί με δόλῳ παρελεύσεαι οὐδ᾽ ἀπατήσεις:
νικήσας γὰρ ἔχεις τὸ πλέον ἐξοπίσω,
ἀλλά σ᾽ ἐγὼ τρώσω φεύγοντά με, ὥς ποτέ φασιν
Ἰασίου κούρην ᾔθεον Ἱππομένην,
ὡραίην περ ἐοῦσαν, ἀναινομένην γάμον ἀνδρῶν
φεύγειν: ζωσαμένη δ᾽ ἔργ᾽ ἀτέλεστα τέλει,
πατρὸς νοσφισθεῖσα δόμων, ξανθὴ Ἀταλάντη:
ᾤχετο δ᾽ ὑψηλὰς ἐς κορυφὰς ὀρέων,
φεύγουσ᾽ ἱμερόεντα γάμον χρυσῆς Ἀφροδίτης
δῶρα: τέλος δ᾽ ἔγνω καὶ μάλ᾽ ἀναινομένη.
1295-1298
1295ὦ παῖ, μή με κακοῖσιν ἐν ἄλγεσι θυμὸν ὀρίνῃςμηδέ με σὴ φιλότης δώματα Περσεφόνης
οἴχηται προφέρουσα: θεῶν δ᾽ ἐποπίζεο μῆνιν
βάξιν τ᾽ ἀνθρώπων ἤπια νωσάμενος.
1299-1304
ὦ παῖ, μέχρι τίνος με προφεύξεαι; ὥς σε διώκωνδίζημ᾽. ἀλλὰ τί μοι τέρμα γένοιτο κιχεῖν
σῆς ὀργῆς. σὺ δὲ μάργον ἔχων καὶ ἀγήνορα θυμὸν
φεύγεις, ἰκτίνου σχέτλιον ἦθος ἔχων.
ἀλλ᾽ ἐπίμεινον, ἐμοὶ δὲ δίδου χάριν. οὐκέτι δηρὸν
ἕξεις Κυπρογενοῦς δῶρον ἰοστεφάνου.
1305-1310
1305θυμῷ γνοὺς ὅτι παιδείας πολυηράτου ἄνθοςὠκύτερον σταδίου, τοῦτο συνεὶς χάλασον
δεσμοῦ, μήποτε καὶ σὺ βιήσεαι, ὄβριμε παίδων,
Κυπρογενοῦς δ᾽ ἔργων ἀντιάσεις χαλεπῶν,
ὥσπερ ἐγὼ νῦν ὧδ᾽ ἐπὶ σοί. σὺ δὲ ταῦτα φύλαξαι,
μηδέ σε νικήσῃ παῖδ᾽ ἀδαῆ κακότης.
1311-1318
οὔ μ᾽ ἔλαθες κλέψας, ὦ παῖ: καὶ γάρ σε διώμμαι.τούτοις οἷσπερ νῦν ἄρθμιος ἠδὲ φίλος
ἔπλευ, ἐμὴν δὲ μεθῆκας ἀτίμητον φιλότητα --
οὐ μὲν δὴ τούτοις γ᾽ ἦσθα φίλος πρότερον,
ἀλλ᾽ ἐγὼ ἐκ πάντων σ᾽ ἐδόκουν θήσεσθαι ἑταῖρον
πιστόν: καὶ δὴ νῦν ἄλλον ἔχεισθα φίλον.
ἀλλ᾽ ὁ μὲν εὖ ἕρδων κεῖμαι: σὲ δὲ μήτις ἁπάντων
ἀνθρώπων ἐσορῶν παιδοφιλεῖν ἐθέλοι.
1318α-1318β
Ὤι μοι ἐγὼ δειλός: καὶ δὴ κατάχαρμα μὲν ἐχθροῖςτοῖς δὲ φίλοισι πόνος δεινὰ παθὼν γενόμην.
1319-1322
ὦ παῖ, ἐπεί τοι δῶκε θεὰ χάριν ἱμερόεσσανΚύπρις, σὸν δ᾽ εἶδος πᾶσι νέοισι μέλει,
τῶνδ᾽ ἐπάκουσον ἐπῶν καὶ ἐμὴν χάριν ἔνθεο θυμῷ,
γνοὺς ἔρον ὡς χαλεπὸς γίνεται ἀνδρὶ φέρειν.
1323-1326
Κυπρογένη, παῦσόν με πόνων, σκέδασον δὲ μερίμναςθυμοβόρους, στρέψον δ᾽ αὖθις ἐς εὐφροσύνας,
μερμήρας δ᾽ ἀπόπαυε κακάς, δὸς δ᾽ εὔφρονι θυμῷ
μέτρ᾽ ἥβης τελέσαντ᾽ ἔργματα σωφροσύνης.
1327-1328
ὦ παῖ, ἕως ἂν ἔχῃς λείαν γένυν, οὔποτε σαίνωνπαύσομαι, οὐδ᾽ εἴ μοι μόρσιμόν ἐστι θανεῖν.
1329-1334
σοί τε διδόντι τι καλὸν ἐμοί τ᾽ οὐκ αἰσχρὸν ἐρῶντιαἰτεῖν. ἀλλὰ γονεω ν λίσσομαι ἡμετέρων,
αἴδεό μ᾽, ὦ παῖ καλὲ, διδοὺς χάριν, ἢ εἴ ποτε καὶ σὺ
ἥξεις Κυπρογενοῦς δῶρον ἰοστεφάνου
χρηΐζων, καὶ ἐπ᾽ ἄλλον ἐλεύσεαι, ἀλλά σε δαίμων
δοίη τῶν αὐτῶν ἀντιτυχεῖν ἐπέων.
1335-1336
1335ὄλβιος, ὅστις ἐρῶν γυμνάζεται οἴκαδε δ᾽ ἐλθὼνεὕδει σὺν καλῷ παιδὶ πανημέριος.
1337-1340
οὐκέτ᾽ ἐρῶ παιδός, χαλεπὰς δ᾽ ἀπελάκτισ᾽ ἀνίας,μοχθούς τ᾽ ἀργαλέους ἄσμενος ἐξέφυγον,
ἐκλέλυμαι δὲ πόθου πρὸς ἐϋστεφάνου Κυθερείης:
σοὶ δ᾽, ὦ παῖ, χάρις ἔστ᾽ οὐδεμία πρὸς ἐμοῦ.
1341-1344
αἰαῖ, παιδὸς ἐρῶ ἁπαλόχροος, ὅς με φίλοισινπᾶσι μάλ᾽ ἐκφαίνει κοὐκ ἐθέλοντος ἐμοῦ.
τλήσομαι οὐ κρύψας ἀεκούσια πολλὰ βίαια:
οὐ γὰρ ἐπ᾽ αἰκελίῳ παιδὶ δαμεὶς ἐφάνην.
1345-1350
1345Παιδοφιλεῖν δέ τι τερπνόν, ἐπεί ποτε καὶ Γανυμήδουςἠράσατο Κρονίδης ἀθανάτων βασιλεύς,
ἁρπάξας δ᾽ ἐς Ὄλυμπον ἀνήγαγε, καί μιν ἔθηκε
δαίμονα παιδείης ἄνθος ἔχοντ᾽ ἐρατόν.
οὕτω μὴ θαύμαζε, Σιμωνίδη, οὕνεκα κἀγὼ
ἐξεφάνην καλοῦ παιδὸς ἔρωτι δαμείς.
1351-1352
ὦ παῖ, μὴ κώμαζε, γέροντι δὲ πείθεο μύθῳ:οὔτοι κωμάζειν σύμφορον ἀνδρὶ νέῳ.
1353-1356
πικρὸς καὶ γλυκύς ἐστι καὶ ἁρπαλέος καὶ ἀπηνής,ὄφρα τέλειος ἔῃ, Κύρνε, νέοισιν ἔρως.
ἢν γάρ τις τελέσῃ, γλυκὺ γίνεται: ἢν δὲ διώκων
μὴ τελέσῃ, πάντων τοῦτ᾽ ἀνιηρότατον.
1357-1358
αἰεὶ παιδοφίλῃσιν ἐπὶ ζυγὸν αὐχένι κεῖταιδύσλοφον, ἀργαλέον μνῆμα φιλοξενίης.
1359-1360
χρὴ γάρ τοι περὶ παῖδα πονούμενον εἰς φιλότηταὥσπερ κληματίνῳ χεῖρα πυρὶ προσάγειν.
1361-1362
ναῦς πέτρῃ προσέκυρσας ἐμῆς φιλότητος ἁμαρτών,ὦ παῖ, καὶ σαπροῦ πείσματος ἀντελάβου.
1363-1364
οὐδαμά σ᾽ οὐδ᾽ ἀπεὼν δηλήσομαι, οὐδέ με πείσειοὐδεὶς ἀνθρώπων ὡς σύ με μή σε φιλεῖν.
1365-1366
1365ὦ παίδων κάλλιστε καὶ ἱμεροέστατε πάντων,στῆθ᾽ αὐτοῦ καί μου παῦρ᾽ ἐπάκουσον ἔπη:
1367-1368
παιδός τοι χάρις ἐστί, γυναικὶ δὲ πίστις ἑταίρῃοὐδεμί᾽, ἀλλ᾽ αἰεὶ τὸν παρέοντα φιλεῖ.
1369-1372
παιδὸς ἔρως καλὸς μὲν ἔχειν, καλὸς δ᾽ ἀποθέσθαι:πολλὸν δ᾽ εὑρέσθαι ῥῃτερον ἢ τελέσαι.
μυρία δ᾽ ἐξ αὐτοῦ κρέμαται κακά, μυρία δ᾽ ἐσθλά:
ἀλλὰ ταλαντείῃ καί τις ἔνεστι χάρις.
1373-1374
οὐδαμά πω κατέμεινας ἐμὴν χάριν, ἀλλ᾽ ὑπὸ πᾶσαναἰεὶ σπουδαίως ἔρχεαι ἀγγελίην.
1375-1376
1375ὄλβιος, ὅστις παιδὸς ἐρῶν οὐκ οἶδε θάλασσαν,οὐδέ οἱ ἐν πόντῳ νὺξ ἐπιοῦσα μέλει.
1377-1380
καλὸς ἐὼν κακότητι φρενῶν δειλοῖσιν ὁμιλεῖςἀνδράσι, καὶ διὰ τοῦτ᾽ αἰσχρὸν ὄνειδος ἔχεις,
ὦ παῖ: ἐγὼ δ᾽ ἀέκων τῆς σῆς φιλότητος ἁμαρτὼν
ὠνήμην ἕρδων οἷά τ᾽ ἐλεύθερος ὤν.
1381-1382
ἄνθρωφ᾽, οἵ σ᾽ ἐδόκουν χρυσἧς παρὰ δῶρον ἔχονταἐλθεῖν Κυπρογενοῦς ...
1383-1385
... δῶρον ἰοστεφάνουγίνεται ἀνθρώποισιν ἔχειν χαλεπώτατον ἄχθος,
ἂν μὴ Κυπρογενὴς δῷ λύσιν ἐκ χαλεπῶν.
1386-1389
Κυπρογενὲς Κυθέρεια δολοπλόκε, σοί τι περισσὸνΖεὺς τόδε τιμήσας δῶρον ἔδωκεν ἔχειν:
δαμνᾷς ἀνθρώπων πυκινὰς φρένας, οὐδέ τίς ἐστιν
οὕτως ἴφθιμος καὶ σοφὸς ὥστε φυγεῖν.