This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“Ἴων ὁ Χῖος: διθυράμβων καὶ τραγῳδίας καὶ μελῶν ποιητής ... ἔγραψε δὲ καὶ Κωμῳδίας καὶ Ἐπιγράμματα καὶ Παιᾶνας καὶ Ὕμνους καὶ Σκόλια καὶ Ἐγκώμια καὶ Ἐλεγεῖα, καὶ καταλογάδην τὸν Πρεσβευτικὸν λεγόμενον, ὃν νόθον ἀξιοῦσιν εἶναί τινες καὶ οὐχὶ αὐτοῦ. φέρεται δὲ αὐτοῦ καὶ Χίου Κτίσις καὶ Κοσμολογικὸς καὶ Ὑπομνήματα καὶ ἄλλα τινά. καὶ πάνυ δόκιμος ἦν. φασι δὲ αὐτὸν ὁμοῦ διθύραμβον καὶ τραγῳδίαν ἀγωνισάμενον ἐν τῇ Ἀττικῇ νικῆσαι, καὶ εὐνοίας χάριν προῖκα Χῖον οἶνον πέμψαι Ἀθηναίοις.” Sch. Ar. Pac. 832
“Ἴων Χῖος: τραγικὸς καὶ λυρικὸς καὶ φιλόσοφος, υἱὸς Ὀρφονένους, ἐπίκλησιν δὲ Ξούθου. ἤρξατο δὲ τὰς τραγῳδίας διδάσκειν ἐπὶ τῆς πβ́ Ὀλυμπιάδος.” Suid.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.