ἐλεγείων
“ὁρῶν οὖν ὑμῶν καὶ αὐτὸς τὸ συμπόσιον κατὰ τὸν Κολοφώνιον Ξενοφάνη πλῆρες ὂν πάσης θυμηδίας:
” Ath. 11. 462cνῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων
καὶ κύλικες: πλεκτοὺς δ᾽ ἀμφιτιθεῖ στεφάνους,
ἄλλος δ᾽ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει:
κρητὴρ δ᾽ ἕστηκεν μεστὸς ἐϋφροσύνης:
5ἄλλος δ᾽ οἶνος ἑτοῖμος, ὃς οὔποτέ φησι προδώσειν,
μείλιχος ἐν κεράμοις ἄνθεος ὀσδόμενος:
ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι,
ψυχρὸν δ᾽ ἔστιν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν:
πάρκεινται δ᾽ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα
10τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη:
βωμὸς δ᾽ ἄνθεσιν ἂν τὸ μέσον πάντη πεπύκασται
μολπὴ δ᾽ ἀμφὶς ἔχει δώματα καὶ θαλίη:
χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας
εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις:
15σπείσαντας δὲ καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι
πρήσσειν -- ταῦτα γὰρ ὦν ἐστὶ προχειρότερον --
οὐχ ὕβρις πίνειν ὁπόσον κεν ἔχων ἀφίκοιο
οἴκαδ᾽ ἄνευ προπόλου μὴ πάνυ γηραλέος.
ἀνδρῶν δ᾽ αἰνέω τοῦτον, ὃς ἐσθλὰ πιὼν ἀναφαίνῃ,
20ὥς οἱ μνημοσύνη καὶ τόνος ἀμφ᾽ ἀρετῆς:
οὔτε μάχας διέπει Τιτήνων οὔτε Γιγάντων,
οὐδέ τι Κενταύρων, πλάσματα τῶν προτέρων,
ἢ στάσιας σφεδανάς: τοῖς οὐδὲν χρηστὸν ἔνεστι:
θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθόν.CURFRAG.tlg-0267.1
“καὶ οὐδὲν παράδοξον τούτους τοὺς ἄνδρας ἀδηφάγους γενέσθαι: πάντες γὰρ οἱ ἀθλοῦντες μετὰ τῶν γυμνασμάτων καὶ ἐσθίειν πολλὰ διδάσκονται. διὸ καὶ Εὐριπίδης ἐν τῷ πρώτῳ Αὐτολύκῳ λέγει: ‘κακῶν γὰρ ὄντων μυρίων καθ᾽ Ἑλλάδα ι οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους,’ κτλ. ταῦτ᾽ εἴληφεν ὁ Εὐριπίδης ἐκ τῶν τοῦ Κολοφωνίου Ἐλεγείων Ξενοφάνους οὕτως:
” Ath. 10. 413fἀλλ᾽ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο
ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος
πὰρ Πίσαο ῥοῇς ἐν Ὀλυμπίῃ, εἴτε παλαίων
ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων,
5εἴτε τὸ δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν,
ἀστοῖσίν κ᾽ εἴη κυδρότερος προσορᾶν,
καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο,
καί κεν σῖτ᾽ εἴη δημοσίων κτεάνων
ἐκ πόλιος καὶ δῶρον ὅ οἱ κειμήλιον εἴη:
10εἴτε καὶ ἵπποισιν, ταῦτα κε πάντα λάχοι,
οὐκ ἐὼ ν ἄξιος, ὥσπερ ἐγώ: ῥώμης γὰρ ἀμείνων
ἀνδρῶν ἠδ᾽ ἵππων ἡμετέρη σοφίη:
ἀλλ᾽ εἰκῆ μάλα ταῦτα νομίζεται: οὐδὲ δίκαιον
προκρίνειν ῥώμην ἠγαθέης σοφίης.
15οὔτε γὰρ εἰ πύκτης ἀγαθὸς λαοῖσι μετείη,
οὔτ᾽ εἰ πενταθλεῖν, οὔτε παλαισμοσύνην,
λοὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τό πέρ ἐστι πρότιμον
ῥώμης ὅσσ᾽ ἀνδρῶν ἔργ᾽ ἐν ἀγῶνι πέλει,
τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίῃ πόλις εἴη:
20σμικρὸν δ᾽ ἄν τι πόλει χάρμα γένοιτ᾽ ἐπὶ τῷ,
εἴ τις ἀεθλεύων νικῷ Πίσαο παρ᾽ ὄχθας:
οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλιος.CURFRAG.tlg-0267.2
“Κολοφώνιοι δ᾽, ὥς φησι Φύλαρχος, τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησίν:
οὕτω δ᾽ ἐξελύθησαν διὰ τὴν ἄκαιρον μέθην ὥστε τινὲς αὐτῶν οὔτε ἀνατέλλοντα τὸν ἥλιον οὔτε δυόμενον ἑωράκασιν. ”ἁβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν,
ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς,
ἤϊσαν εἰς ἀγορὴν παναλουργέα φάρἐ ἔχοντες
οὐ μείους ὥσπερ χίλιοι εἰς ἐπίπαν,
αὐχαλέοι χαίτῃσιν ἀγαλμένοι εὐπρεπέεσσιν
ἀσκητοῖς τ᾽ ὀδμὴν χρίμασι δευόμενοι.CURFRAG.tlg-0267.3Ath. 12. 526a
“ἔθος δ᾽ ἦν πρότερον ἐν τῷ ποτηρίῳ ὕδωρ ἐμβάλλεσθαι, μεθ᾽ ὃ τὸν οἶνον. Ξενοφάνης:
” Ath. 11. 782a (iii. 18 K)οὐδὲ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον
ἐγχέα ς, ἀλλ᾽ ὕδωρ καὶ καθύπερθε μέθυ.CURFRAG.tlg-0267.4
“καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν ... Ἀριστοφάνης Πλούτῳ δευτέρῳ: ‘οἴμοι δὲ κωλῆς ἣν ἐγὼ κατήσθιον’ ... καὶ Ξενοφάνης δ᾽ ὁ Κολοφώνιος ἐν τοῖς Ἐλεγείοις φησί.
” Ath. 9. 368dπέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον
ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν,
τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ᾽ ἀπολήξει
ἔστ᾽ ἄν ἀοιδάων ᾖ γένος Ἑλλαδικόν.CURFRAG.tlg-0267.5
“περὶ δὲ τοῦ ἄλλοτ᾽ ἄλλον αὐτὸν (Πυθαγόραν) γεγενῆσθαι Ξενοφάνης ἐν ἐλεγείᾳ προσμαρτυρεῖ, ἧς ἀρχή:
ὃ δὲ περὶ αὐτοῦ φησιν, οὕτως ἔχει:νῦν αὖτ᾽ ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον.
CURFRAG.tlg-0267.6καὶ ταῦτα μὲν ὁ Ξενοφάνης. ”καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα
φασὶν ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος:
παῦσαι μηδὲ ῥάπιζ᾽, ἐπεὶ ἦ φίλου ἀνέρος ἐστὶν
ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀΐων.CURFRAG.tlg-0267.7Diog. L. 8. 8. 20
“π. Ξενοφάνους: μακροβιώτατός τε γέγονεν, ὥς που καὶ αὐτός φησιν:
” Diog. L. 9. 2. 3ἤδη δ᾽ ἑπτά τ᾽ ἔασι καὶ ἑξήκοντ᾽ ἐνιαυτοὶ
βληστρίζοντες ἐμὴν φροντίδ᾽ ἀν᾽ Ἑλλάδα γῆν:
ἐκ γενετῆς δὲ τότ᾽ ἦσαν ἐείκοσι πέντε τε πρὸς τοῖς,
εἴπερ ἐγὼ περὶ τῶνδ᾽ οἶδα λέγειν ἐτύμως.CURFRAG.tlg-0267.8
“γῆρας: ἡ μετοχὴ γηρείς ... ἡ γενικὴ γηρέντος ὥσπερ τιθέντος: Ξενοφάνης:
” Et. Mag. Vet.ἀνδρὸς γηρέντος πολλὸν ἀφαυρότερος
CURFRAG.tlg-0267.9
“εἴτε φείδων πρῶτος ὁ Ἀργεῖος ἔκοψε νόμισμα ... εἴτε Λυδοί, καθά φησι Ξενοφάνης.” Poll. 9. 83