Ἔπων
“π. ἔρωτος: ὃν ὁ σοφὸς ὑμνῶν ἀεί ποτε Ἀνακρέων πᾶσίν ἐστι διὰ στόματος: λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κριτίας τάδε:
” Ath. 13. 600 eτὸν σὲ γυναικείων μελέων πλέξαντά ποτ᾽ ᾠδὰς
ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ᾽ ἀνῆγεν,
συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα,
αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον:
5οὔποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται:
ἔστ᾽ ἂν ὕδωρ οἴνῳ συμμειγνύμενον κυλίκεσσιν
παῖς διαπομπεύῃ προπόσεις ἐπιδέξια νωμῶν,
παννυχίδας θ᾽ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,
πλάστιγξ θ᾽ ἡ χαλκοῦ θυγατὴρ ἐ᾽ ἄκραισι καθίζῃ
10κοττάβου ὑψηλὴ κορυφαῖς Βρομίου ψακάδεσσιν.CURFRAG.tlg-0319.9