Κλεοβουλίνης
“τοὺς μὲν γὰρ τῆσδε τῆς πλουσίας μαργαρίτας καὶ τὰ τῆσδε τῆς ξένης σηρικὰ λαβεῖν οὐκ ἔστιν οὐδὲ περιθέσθαι μὴ πολλοῦ πριαμένην, τὰ δὲ Θεανοῦς κόσμια καὶ Κλεοβουλίνης καὶ Γοργοῦς τῆς Λεωνίδου γυναικὸς καὶ Τιμοκλείας τῆς Θεαγένους ἀδελφῆς καὶ Κλαυδίας τῆς παλαιᾶς καὶ Κορνηλίας τῆς Σκιπίωνος, καὶ ὅσαι ἐγέενοντο θαυμασταὶ καὶ περιβόητοι, ταῦτα δ᾽ ἔξεστι περικειμένην προῖκα καὶ κοσμουμένην αὐτοῖς ἐνδόξως ἅμα βιοῦν καὶ μακαρίως.” Plut. Coni. Praec. 48
“ὁ δ᾽ Ἀνάχαρσις ἐν τῇ στοᾷ καθῆστο, καὶ παιδίσκη προειστήκει τῆν κόμην ταῖς χερσὶ διακρίνουσα. ταύτην ὁ Θαλῆς ἐλευθεριώτατά πως αὐτῷ προσδραμοῦσαν ἐφίλησε καὶ γελάσας ‘οὕτως’ ἔφη ‘ποίει καλὸν τὸν ξένον, ὅπως ἡμερώτατος ὢν μὴ φοβερὸς ᾖ τὴν ὄψιν ἡμῖν μηδ᾽ ἄγριος.’ ἐμοῦ δ᾽ ἐρομένου περὶ τῆς παιδὸς ἥτις εἴη,‘τὴν σοφήν’ ἔφη ‘καὶ περιβόητον ἀγνοεῖς Εὔμητιν; οὕτω γὰρ ταύτην ὁ πατὴρ αὐτός, οί δὲ πολλοὶ πατρόθεν ὀνομάζουσι Κλεοβουλίνην.’ καὶ ὁ Νειλόξενος εἶπεν ‘ἦ που τὴν περὶ τὰ αἰνίγματα δεινότητα καὶ σοφίαν’ ἔφη ‘τῆς κόρης ἐπαινεῖς: καὶ γὰρ εἰς Αἴγυπτον ἔνια τῶν προβαλλομένων ὑπ᾽ αὐτῆς διῖκται.’ ‘οὐκ ἔγωγε’ εἶπεν ὁ Θαλῆς: ‘τούτοις γὰρ ὥσπερ ἀο ἀστραγάλοις, ὅταν τύχῃ, παίζουσα χρῆται καὶ διαβάλλεται πρὸς τοὺς ἐντυχόντας. ἀλλὰ καὶ φρόνημα θαυμαστὸν καὶ νοῦς ἔνεστι πολιτικὸς καὶ φιλάνθρωπον ἦθος, καὶ τὸν πατέρα τοῖς πολίταις πραότερον ἄρχοντα παρέχει καὶ δημοτικώτερον.’ ‘εἶεν’ ὁ Νειλόξενος ἔφη: ‘καὶ φαίνεται βλέποντι πρὸς τὴν λιτότητα καὶ ἀφέλειαν αὐτῆς: Ἀνάχαρσιν δὲ πόθεν οὕτω τημελεῖ φιλοστόργως;’ ‘ὅτι’ ἔφη ‘σώφρων ἀνήρ ἐστι καὶ πολυμαθής, καὶ τὴν δίαιταν αὐτῇ καὶ τὸν καθαρμόν, ᾧ χρῶνται Σκύθαι περὶ τοὺς κάμνοντας, ἀφθόνως καὶ προθύμως παραδέδωκε. καὶ νῦν οἶμαι περιέπειν αὐτὴν τὸν ἄνδρα καὶ φιλοφρονεῖσθαι μανθάνουσάν τι καὶ προσδιαλεγομένην.’” Plut. Sept. Sap. 3
“ἦν τοίνυν ὁ Θαλῆς, ὡς μὲν Ἡρόδοτος καὶ Δοῦρις καὶ Δημόκριτός φασι, πατρὸς μὲν Ἐξαμύου, μητρὸς δὲ Κλεοβουλίνης.” Diog. L. i. 22
“π. γρίφων: ἀλλ᾽ ἡμεῖς ζητήσωμεν πρότερον μὲν τίς ὁ ὅρος τοῦ γρίφου, τίνα δὲ Κλεοβουλίνη ἡ Λινδία προὔβαλλεν ἐν τοῖς αἰνίγμασιν.” Ath. 10. 448 b
“ ... Ἄλεξις ἐν Κλεοβουλίναις.” Ath. 13. 586 a
“παροψωνεῖν δ᾽ ἔφη Κρατῖνος ἐν Κλεοβουλίναις οὕτως.” Ath. 4.171 b
αἰνιγμάτων
“πολλοὶ δὲ τῶν γρίφων καὶ τοιοῦτοί τινές εἰσιν, οἷον:
τοῦτο δὲ σημαίνει σικύας προσβολήν. ”ἄνδρ᾽ εἶδον πυρὶ χαλκὸν ἐπ᾽ ἀνέρι κολλήσαντα
οὕτω συγκόλλως ὥστε σύναιμα ποιεῖν.CURFRAG.tlg-0244.1Ath. 10. 452b
“>π. δικαίου καὶ ἀδίκου: ἐπὶ δὲ τὰς τέχνας τρέψομαι καὶ τὰ τῶν ποιητῶν. ἐν γὰρ τραγῳδοποΐᾳ καὶ ζωγραφίᾳ ὅστις κα πλεῖστα ἐξαπατῇ ὅμοια τοῖς ἀληθινοῖς ποιέων, οὗτος ἄριστος. θέλω δὲ καὶ ποιημάτων παλαιοτέρων μαρτύριον ἐπαγαγέσθαι. Κλεοβουλίνης:
” Anon. ap. Diels Vorsokr. 2. 339. 27ἄνδρ᾽ εἶδον κλέπτοντα καὶ ἐξαπατῶντα βιαίως,
καὶ τὸ βίᾳ ῥέξαι τοῦτο δικαιότατον.CURFRAG.tlg-0244.2
“π. Σκυθῶν: ‘πάνυ μὲν οὖν ἔφη γ̔λώσσης ἀνθρωπίνης συνιέντες, οὐχ ὥσπερ δ᾽ οἱ Ἕλληνες οἰόμενοι Σκυθῶν διαλέγεσθαι βέλτιον ὅμως τοὺς θεοὺς ὀστέων καὶ ξύλων ἥδιον ἀκροᾶσθαι νομίζουσιν.’ ὁ δ᾽ Αἴσωπος ‘εἴ γ᾽’ εἶπεν ἑἰδείης, ὦ ξένε, τοὺς νῦν αὐλοποιοὺς ὡς προέμενοι τὰ νεβρεῖα χρώμενοι τοῖς ὀνείοις βέλτιον ἠχεῖν λέγουσιν. διὸ καὶ Κλεοβουλίνη πρὸς τὸν φρύγιον αὐλὸν ᾐνίξατο:
ὥστε θαυμάζειν τὸν ὄνον εἰ παχύτατος καὶ ἀμουσότατος ὢν τἄλλα λεπτότατον καὶ μουσικώτατον ὀστέον παρέχεται. ”κνήμῃ νεκρὸς ὄνος με κερασφόρῳ οὖας ἔκρουσεν:
CURFRAG.tlg-0244.3Plut. Sept. Sap. 5