This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8] Ἰδὼν δ̓ αὐτὸν [p. 28] ὁ Διονύσιος σκυθρωπὸν ἤρετο τί πέπονθεν: ὁ δέ φησιν ‘ἀπολώλεκά σοι, ὦ δέσποτα, τάλαντον.’ ‘Συμβαῖνον’ εἶπεν ὁ Διονύσιος ‘ἀσφαλέστερόν σε τοῦτο πρὸς τὰ λοιπὰ ποιήσει. Τί δ̓ ὅμως συμβέβηκε; μή τι ἡ νεώνητος ἀποδέδρακεν;’ ‘Οὐκ ἐκείνη’ φησὶν ‘ἀλλ̓ ὁ πωλήσας.’ ‘Ἀνδραποδιστὴς ἄρα ἦν, καὶ ἀλλοτρίαν σοι πέπρακε δούλην διὰ τοῦτο ἐπ̓ ἐρημίας. ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.