Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7] Καὶ τότε οὖν ἐπέστησε τοιούτοις λογισμοῖς ‘ἐν ἐρημίᾳ μέλλω γαμεῖν ὡς ἀληθῶς ἀργυρώνητον. Οὐχ οὕτως εἰμὶ ἀχάριστος, ἴνα μὴ ἑορτάσω τοὺς Καλλιρρόης γάμους. Ἐν τούτῳ πρώτῳ τιμῆσαί με δεῖ τὴν γυναῖκα. Φέρει δέ μοι ἀσφάλειαν καὶ πρὸς τὰ μέλλοντα: πάντων γὰρ πραγμάτων ὀξύτατόν ἐστιν ἡ φήμη: δἰ ἀέρος ἄπεισιν ἀκωλύτους ἔχουσα τὰς ὁδούς: διὰ ταύτην οὐδὲν δύναται παράδοξον λαθεῖν: ἤδη τρέχει φέρουσα τὸ καινὸν εἰς Σικελίαν διήγημα ῾ζῇ Καλλιρρόη, καὶ τυμβωρύχοι διορύξαντες τὸν τάφον ἔκλεψαν αὐτήν, καὶ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.