Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17] ἀπέβλεψεν εἰς τὸ πλῆθος. Πάντες οὖν ἀνεβόησαν ‘ἡ Ἀφροδίτη γαμεῖ.’ Πορφυρίδας ὑπεστρώννυον καὶ ῥόδα καὶ ἴα, μύρον ἔρραινον βαδιζούσης, οὐκ ἀπελείφθη ἐν ταῖς οἰκίαις οὐ παιδίον, οὐ γέρων, ἀλλ̓ οὐδ̓ ἐν αὐτοῖς τοῖς λιμέσι: μέχρι κεράμων ἀνέβη τὸ πλῆθος στενοχωρούμενον. Ἀλλ̓ ἐνεμέσησε καὶ ταύτῃ τῇ ἡμέρᾳ πάλιν ὁ βάσκανος δαίμων ἐκεῖνος: ὅπως δέ, μικρὸν ὕστερον ἐρῶ. Βούλομαι δὲ εἰπεῖν πρῶτον τὰ γενόμενα ἐν Συρακούσαις κατὰ τὸν αὐτὸν χρόνον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.