This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6] Θεασάμενος οὖν ὁ Διονύσιος ἀνεβόησεν ‘ἵλεως εἴης, ὦ Ἀφροδίτη, καὶ ἐπ̓ ἀγαθῷ μοι φανείης.’ Καταπίπτοντα δὲ αὐτὸν ἤδη Λεωνᾶς ὑπέλαβε καὶ ‘αὕτη’ φησίν, ‘ὦ δέσποτα, ἡ νεώνητος: μηδὲν ταραχθῇς. Καὶ σὺ δέ, ὦ γύναι, πρόσελθε τῷ κυρίῳ.’ Καλλιρρόη μὲν οὖν πρὸς τοὔνομα τοῦ κυρίου πηγὴν ἀφῆκε δακρύων, κάτω κύψασα, ὀψὲ μεταμανθάνουσα τὴν ἐλευθερίαν: ὁ δὲ Διονύσιος, πλήξας τὸν Λεωνᾶν ‘ἀσεβέστατε’ εἶπεν, ‘ὡς ἀνθρώποις διαλέγῃ τοῖς θεοῖς; ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.