This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5] Ἤδη δέ τις καὶ τόξον ἐνέτεινε καὶ λόγχην ἔμελλεν ἀφιέναι, εἰ μὴ συνῆκε Δημήτριος καὶ τοῦτο ἐμήνυσε τῇ βασιλίδι. Ἡ δὲ Στάτειρα προελθοῦσα τῆς σκηνῆς ἔδειξεν ἑαυτήν. Εὐθὺς οὖν τὰ ὅπλα ῥίψαντες προσεκύνησαν: βασιλεὺς δὲ οὐ κατέσχεν, ἀλλὰ πρὶν καλῶς τὴν ναῦν καταχθῆναι πρῶτος εἰσεπήδησεν εἰς αὐτήν, περιχυθεὶς δὲ τῇ γυναικὶ ἐκ τῆς χαρᾶς δάκρυα ἀφῆκε καὶ εἶπε ‘τίς ἄρα μοι θεῶν ἀποδέδωκέ σε, γύναι φιλτάτη; ἀμφότερα γὰρ ἄπιστα καὶ ἀπολέσθαι βασιλίδα καὶ ἀπολομένην εὑρεθῆναι. ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.