This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ [12] Διὰ σὲ Καλλιρρόην ἔχω καὶ τὸν υἱόν. Ἐγὼ μὲν οὐκ ἄν σοι προσέταξα Χαιρέαν ἀποκτεῖναι, σοῦ δὲ ποιήσαντος οὐ μέμφομαι: τὸ γὰρ ἀδίκημα φιλοδέσποτον. Τοῦτο μόνον ἀμελῶς ἐποίησας ὅτι οὐκ ἐπολυπραγμόνησας πότερον ἐν τοῖς τεθνηκόσι Χαιρέας ἐστὶν ἢ ἐν τοῖς δεδεμένοις. Καὶ ἔδει ζητῆσαι τὸν νεκρόν: καὶ γὰρ ἐκεῖνος ἂν ἔτυχε τάφου κἀγὼ βεβαιότερον ἔσχον τὸ θαρρεῖν. Οὐ δύναμαι δὲ νῦν ἀμερίμνως εὐτυχεῖν διὰ τοὺς δεδεμένους: οὐδὲ γὰρ τοῦτο ἴσμεν, ὅποι τις αὐτῶν ἐπράθη.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.