This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Αἱ μὲν οὖν γυναῖκες ἀπῄεσαν, τὸ δὲ φίλημα καθάπερ ἰὸς εἰς τὰ σπλάγχνα Διονυσίου κατεδύετο καὶ οὔτε ὁρᾷν ἔτι οὔτε ἀκούειν ἐδύνατο, πανταχόθεν δὲ ἦν ἐκπεπολιορκημένος, οὐδεμίαν εὑρίσκων θεραπείαν τοῦ ἔρωτος: οὔτε διὰ δώρων, ἑώρα γὰρ τῆς γυναικὸς τὸ μεγαλόφρον: οὔτε δἰ ἀπειλῆς ἢ βίας, πεπεισμένος ὅτι θάνατον αἱρήσεται θᾶττον ἢ βιασθήσεται. Μίαν οὖν βοήθειαν ὑπελάμβανεν τὴν Πλαγγόνα καὶ μεταπεμψάμενος αὐτὴν ‘τὰ μὲν πρῶτά σοι’ φησὶν ‘ἐστρατήγηται, καὶ χάριν ἔχω τοῦ φιλήματος: ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.