This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μεθ̓ ἡμέραν οὖν τήρησιν ἐποιεῖτο τῆς γυναικὸς ἀκριβεστέραν, ἵνα μή τις αὐτῇ προσέλθῃ μηδ̓ ἀπαγγείλῃ τι τῶν ἐν Καρίᾳ διηγημάτων: αὐτὸς δὲ ἄμυναν ἐπενόησε τοιαύτην. Ἐπεδήμει κατὰ καιρὸν ὁ Λυδίας καὶ Ἰωνίας: ὕπαρχος Φαρνάκης, ὃς δὴ καὶ μέγιστος εἶναι δοκεῖ τῶν ὑπὸ βασιλέως καταπεμπομένων ἐπὶ [p. 81] θάλατταν. Ἐπὶ τοῦτον ἦλθεν ὁ Διονύσιος, ἦν γὰρ αὐτῷ φίλος, καὶ ἰδιολογίαν ᾐτήσατο. ‘Ἱκετεύω σε’ φησίν, ‘ὦ δέσποτα, βοήθησον ἐμοί τε καὶ σεαυτῷ. Μιθριδάτης γάρ, ὁ κάκιστος ἀνδρῶν, καὶ σοὶ φθονῶν, ξένος μου γενόμενος ἐπιβουλεύει μου τῷ γάμῳ καὶ πέπομφε γράμματα μοιχικὰ μετὰ χρυσίου πρὸς ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.