Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ [16] Ἀλλὰ τὰ μὲν σὰ βλέπω, σὺ δὲ ποῦ; μόνη τοῖς ἐνταφίοις ἡ νεκρὰ λείπει.’ Τούτων ἀκούσας ὁ Θήρων ἔκειτο ὅμοιος τοῖς νεκροῖς, καὶ γὰρ ἦν ἡμιθνής. Πολλὰ μὲν οὖν ἐβουλεύσατο τὸ μηδ̓ ὅλως φωνὴν ἀφιέναι μηδὲ κινεῖσθαι: τὸ γὰρ μέλλον οὐκ ἦν ἀπροόρατον αὐτῷ: φύσει δὲ φιλόζωόν ἐστιν ἄνθρωπος καὶ οὐδὲ ἐν ταῖς ἐσχάταις συμφοραῖς ἀπελπίζει τὴν πρὸς τὸ βέλτιον μεταβολήν, τοῦ δημιουργήσαντος θεοῦ τὸ σόφισμα τοῦτο πᾶσιν ἐγκατασπείραντος, ἵνα μὴ φύγωσι βίον ταλαίπωρον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.