This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5] σιγὴ δὲ ἦν ἀμφοτέρων. Ἐπεὶ δὲ μακρὸς ἐγίνετο χρόνος, ἡ Πλαγγὼν ἐπύθετο ‘τί σοι δέδοκται; τί ποιῶμεν; καιρὸς γὰρ οὐκ ἔστι τοῦ μέλλειν.’ Καλλιρρόη δὲ ἀποκρίνασθαι μὲν ταχέως οὐκ ἐδύνατο κλάουσα [p. 45] καὶ συγκεχυμένη, μόλις δὲ εἶπε ‘τὸ τέκνον με προδίδωσιν ἀκούσης ἐμοῦ: σὺ πρᾶττε τὸ συμφέρον: δέδοικα δὲ μή, κἂν ὑπομείνω τὴν ὕβριν, Διονύσιός μου καταφρονήσῃ τῆς τύχης καὶ παλλακὴν μᾶλλον ἢ γυναῖκα νομίσας οὐ θρέψῃ τὸ ἐξ ἄλλου γεννώμενον ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.