This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ [9] τοὺς ἐμοί τε καὶ Πέρσαις ἐχθίστους.’ Ῥηθείσης δὲ τῆς ἀποφάσεως Μιθριδάτης μὲν προσεκύνησεν, ἀπορία δὲ τοὺς ἄλλους κατέλαβεν. Ἰδὼν δὲ βασιλεὺς ἀμηχανοῦντας αὐτοὺς ‘οὐκ ἐπείγω’ φησὶν ‘ὑμᾶς, ἀλλὰ συγχωρῶ παρασκευασαμένους ὑμᾶς ἐπὶ τὴν δίκην ἥκειν. Δίδωμι δὲ πέντε ἡμερῶν διάστημα: ἐν δὲ τῷ μεταξὺ Καλλιρρόης ἐπιμελήσεται Στάτειρα ἡ ἐμὴ γυνή: οὐ γάρ ἐστι δίκαιον μέλλουσαν αὐτὴν [p. 101] κρίνεσθαι περὶ ἀνδρὸς μετὰ ἀνδρὸς ἥκειν ἐπὶ τὴν κρίσιν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.