This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3] Οὐκ ἐμιμησάμην δέ σου τὴν βραδυτῆτα, ἀλλὰ ταχέως σοι μηδὲ ἀπαιτοῦντι Στάτειραν ἀποδίδωμι καθαρὰν καὶ ἐν αἰχμαλωσίᾳ μείνασαν βασιλίδα. Ἴσθι δὲ οὐκ ἐμέ σοι τὸ δῶρον ἀλλὰ Καλλιρρόην ἀποστέλλουσαν. Ἀνταπαιτοῦμεν δέ σε χάριν Αἰγυπτίοις διαλλαγῆναι: πρέπει γὰρ βασιλεῖ μάλιστα πάντων ἀνεξικακεῖν. Ἕξεις δὲ στρατιώτας ἀγαθοὺς φιλοῦντάς σε: τοῦ γὰρ ἐμοὶ συνακολουθεῖν ὡς φίλοι παρὰ σοὶ μᾶλλον εἵλοντο μένειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.