This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ [2] Ὥσπερ ἐν πατρίδι διάξεις. Ἐκ μακρᾶς οὖν θαλάσσης ἀπόλουσαι τὴν ἄσιν: ἔχεις θεραπαινίδας.’ Μόλις μὲν καὶ μὴ βουλομένην, προήγαγε δ̓ ὅμως εἰς τὸ βαλανεῖον. Εἰσελθοῦσαν δὲ ἤλειψάν τε καὶ ἀπέσμηξαν ἐπιμελῶς καὶ μᾶλλον ἀποδυσαμένης κατεπλάγησαν: ὥστε ἐνδεδυμένης αὐτῆς θαυμάζουσαι τὸ πρόσωπον θεῖον πρόσωπον ἔδοξαν ἰδοῦσαι: ὁ χρὼς γὰρ λευκὸς ἔστιλψεν εὐθὺς μαρμαρυγῇ τινι ὅμοιον ἀπολάμπων: τρυφερὰ δὲ σάρξ, ὥστε δεδοικέναι [p. 29] μὴ καὶ ἡ τῶν δακτύλων ἐπαφὴ μέγα τραῦμα ποιήσῃ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.