Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ [8] ἐν Μιλήτῳ πέπραται.᾿ Καταπλεύσουσιν ἤδη τριήρεις Συρακουσίων καὶ Ἑρμοκράτης στρατηγὸς ἀπαιτῶν τὴν θυγατέρα. Τί μέλλω λέγειν; ῾Θήρων μοι πέπρακε. ᾿Θήρων δὲ ποῦ; Κἂν πιστευθῶ τὴν ἀλήθειαν, ὑποδοχεύς εἰμι λῃστοῦ. Μελέτα, Διονύσιε, τὴν δίκην. Τάχα δὲ ἐρεῖς αὐτὴν ἐπὶ τοῦ μεγάλου βασιλέως. Ἄριστον οὖν τότε λέγειν ῾ἐγὼ γυναῖκα ἐλευθέραν ἐπιδημήσασαν οὐκ οἶδ̓ ὅπως ἤκουσα: ἐκδομένην ἑαυτὴν ἐν τῇ πόλει φανερῶς κατὰ νόμους ἔγημα.᾿ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.