This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7] Παρεμυθεῖτο τοίνυν ὡς δυνατὸν μάλιστα τὴν γυναῖκα καὶ ἐπὶ πολλὰς ἡμέρας παρεφύλαττε, μὴ ἄρα τι δεινὸν ἑαυτὴν ἐργάσηται. Περιέσπασε δὲ τὸ πένθος ἐλπὶς τοῦ τάχα ζῆν ἐκεῖνον καὶ ψευδόνειρον αὐτὴν γεγονέναι: τὸ δὲ πλέον ἡ γαστήρ: ἑβδόμῳ γὰρ μηνὶ μετὰ τοὺς γάμους υἱὸν ἔτεκε τῷ μὲν δοκεῖν ἐκ Διονυσίου, Χαιρέου δὲ ταῖς ἀληθείαις. Ἑορτὴν μεγίστην ἤγαγεν ἡ πόλις καὶ πρεσβεῖαι ἀφίκοντο πανταχόθεν Μιλησίοις συνηδομένων ὅτι τὸ γένος αὔξει τὸ Διονυσίου. Κἀκεῖνος ὑπὸ τῆς χαρᾶς πάντων παρεχώρησε τῇ γυναικὶ καὶ δέσποιναν αὐτὴν ἀπέδειξε τῆς οἰκίας. Ἀναθημάτων ἐνέπλησε τοὺς νεώς, πανδημεὶ τὴν πόλιν εἱστία θυσίαις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.