This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5] Προῆλθον δὲ μέχρι ῥημάτων. Χαιρέας μὲν ἔλεγε ‘πρῶτός εἰμι ἀνήρ,’ Διονύσιος δὲ ‘ἐγὼ βεβαιότερος.’ ‘Μὴ γὰρ ἀφῆκα τὴν γυναῖκα;’ ‘Ἀλλ̓ ἔθαψας αὐτήν.’ ‘Δεῖξον γάμου διάλυσιν.’ ‘Τὸν τάφον ὁρᾷς.’ ‘Ἐμοὶ πατὴρ ἐξέδωκεν.’ ‘Ἐμοὶ δὲ αὐτὴ ἑαυτήν.’ ‘Ἀνάξιος εἶ τῆς Ἑρμοκράτους θυγατρός.’ ‘Σὺ μᾶλλον ὁ παρὰ Μιθριδάτῃ δεδεμένος.’ ‘Ἀπαιτῶ Καλλιρρόην.’ ‘Ἐγὼ δὲ κατέχω.’ [p. 100] ‘Σὺ τὴν ἀλλοτρίαν κρατεῖς.’ ‘Σὺ τὴν σὴν ἀπέκτεινας.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.