This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3] Μετ̓ οὐ πολὺ δ̓ ἐξελθὼν ὁ εὐνοῦχος ἀπεκρίνατο ὅτι ‘ἐστὶ βασιλεῖ βουλομένῳ Μιθριδάτην μηδὲν ἀδικεῖν: κρινεῖ δὲ ἐπειδὰν καὶ Διονύσιος παραγένηται.’ Προσκυνήσας οὖν ὁ Μιθριδάτης ἀπηλλάττετο, μόνος δὲ γενόμενος ἐκάλεσε Χαιρέαν καὶ ἔφη πρὸς αὐτὸν ‘ἐγὼ κρίνομαι καὶ ἀποδοῦναί σοι θελήσας Καλλιρρόην ἐγκαλοῦμαι: τὴν γὰρ σὴν ἐπιστολήν, ἣν ἔγραψας πρὸς τὴν γυναῖκα, Διονύσιος ἐμέ φησι γεγραφέναι καὶ μοιχείας ἀπόδειξιν ἔχειν ὑπολαμβάνει: πέπεισται γὰρ σὲ τεθνάναι, καὶ πεπείσθω μέχρι τῆς δίκης, ἵνα αἰφνίδιον ὀφθῇς. ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.