This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10] Ἔνθεν ἑλὼν ὁ Μιθριδάτης φωνὴν ἐπῆρε καὶ ὥσπερ ἐπὶ θειασμὸν ‘θεοὶ’ φησὶ ‘βασίλειοι ἐπουράνιοί τε καὶ ὑποχθόνιοι, βοηθήσατε ἀνδρὶ ἀγαθῷ, πολλάκις ὑμῖν εὐξαμένῳ δικαίως καὶ θύσαντι μεγαλοπρεπῶς: [p. 99] ἀπόδοτέ μοι τὴν ἀμοιβὴν τῆς εὐσεβείας συκοφαντουμένῳ: χρήσατέ μοι κἂν εἰς τὴν δίκην Χαιρέαν. Φάνηθι, δαῖμον ἀγαθέ: καλεῖ σε ἡ σὴ Καλλιρρόη: μεταξὺ δὲ ἀμφοτέρων, ἐμοῦ τε καὶ Διονυσίου στὰς εἶπον βασιλεῖ τίς ἐστιν ἐξ ἡμῶν μοιχός.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.