This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ [13] Ἑρμοκράτους τοῦ στρατηγοῦ.’ Ταῦτα ἀκούσας Μιθριδάτης ἐρυθήματος ἐνεπλήσθη καὶ ἵδρου τὰ ἔνδον, [p. 74] καί που καὶ δάκρυον αὐτοῦ μὴ θέλοντος προύκεσεν, ὥστε καὶ τὸν Πολύχαρμον διασιωπῆσαι καὶ πάντας ἀπορεῖν τοὺς παρόντας. Ὀψὲ δὲ καὶ μόλις ὁ Μιθριδάτης συναγαγὼν ἑαυτὸν ‘τί δὲ σοὶ’ φησὶ ‘πρᾶγμα πρὸς Καλλιρρόην ἐκείνην, καὶ διὰ τί μέλλων ἀποθνήσκειν ἐμνημόνευσας αὐτῆς;’ Ὁ δὲ ἀπεκρίνατο ‘μακρὸς ὁ μῦθος, ὦ δέσποτα, καὶ πρὸς οὐδὲν ἔτι χρήσιμός μοι. ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.