This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10] Ἐξέθανεν ὁ Διονύσιος ἀκούσας καὶ νὺξ αὐτοῦ τῶν ὀφθαλμῶν κατεχύθη: φαντασίαν γὰρ ἔλαβεν ὡς ἐφεστηκότος αὐτῷ Χαιρέου καὶ Καλλιρρόην ἀποσπῶντος. Ὁ μὲν οὖν ἔκειτο καὶ σχῆμα καὶ χρῶμα νεκροῦ παριστάς, Φωκᾶς δὲ ἐν ἀπορίᾳ καθειστήκει, καλέσαι μὲν οὐδένα θέλων, ἵνα μή τις αὐτῷ μάρτυς γένηται τῶν ἀπορρήτων: μόλις δὲ καὶ κατ̓ ὀλίγον αὐτὸς τὸν δεσπότην ἀνεκτήσατο ‘θάρρει’ λέγων, ‘Χαιρέας τέθνηκεν: ἀπόλωλεν ἡ ναῦς: οὐδεὶς ἔτι φόβος.’ Ταῦτα τὰ ῥήματα ψυχὴν ἐνέθηκε Διονυσίῳ,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.