This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15] Ἀσπασάμενος δὲ τὸ παιδίον καὶ πήλας ταῖς χερσὶν ‘ἀπελεύσῃ ποτέ μοι καὶ σύ, τέκνον, πρὸς τὴν μητέρα: καὶ γὰρ αὐτὴ τοῦτο κεκέλευκεν: ἐγὼ δὲ ἔρημος βιώσομαι, πάντων αἴτιος ἐμαυτῷ γενόμενος. Ἀπώλεσέ με κενὴ ζηλοτυπία καὶ σύ, Βαβυλών.’ Ταῦτα εἰπὼν συνεσκευάζετο τὴν ταχίστην καταβαίνειν εἰς Ἰωνίαν, μέγα νομίζων παραμύθιον πολλὴν ὁδὸν καὶ πόλεων ἡγεμονίαν καὶ τὰς ἐν Μιλήτῳ Καλλιρρόης οἰκήσεις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.