This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ [4] Ἴσθι τοίνυν ὅτι δεήσει δυοῖν θάτερον, ἢ παντάπασιν ἀπολέσθαι τὸ παιδίον ἢ γεννηθῆναι πλουσιώτατον Ἰώνων, κληρονόμον τῆς λαμπροτάτης οἰκίας. Καὶ σὲ τὴν μητέρα ποιήσει μακαρίαν. Ἑλοῦ δέ, πότερον θέλεις.’ ‘Καὶ τίς οὕτως’ εἶπεν ‘ἀνόητος, ἵνα τεκνοκτονίαν ἀντ̓ εὐδαιμονίας ἕληται; δοκεῖς δέ μοί τι ἀδύνατον καὶ ἄπιστον λέγειν, ὥστε σαφέστερον αὐτὸ δήλωσον.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.