Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
κρατίστη
[p. 378]
δ̓ αἵρεσις ἡ τοῦ μέσου: καὶ γὰρ τὸ δυνατὸν ἐν
τῷ μηδέπως γεγηρακότι καὶ τὸ φρόνιμον ἐν τῷ
μὴ πάνυ νεάζοντι, ὡς οἵτινές γε ἢ σώματος
ῥώμην ἄνευ ψυχῆς ἔμφρονος ἐδοκίμασαν ἢ
ψυχὴν φρόνιμον ἄνευ σωματικῆς ἕξεως, οὐδὲν
ἐπέραναν: ἡ γὰρ ὑστερήσασα φρόνησις οὐδὲν
ἐνόησε κρεῖττον, ἡ δ̓ ἐλλείπουσα δύναμις οὐδὲν
ἐτελείωσεν.