Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
Ἐνίοτε δὲ τὰ δοκοῦντα μέρη πόλεως εἶναι
κρημνώδη καὶ πέτραις ἀποτόμοις ὠχυρωμένα
τῶν διὰ χειρὸς ἀνεστηκότων τειχῶν ἔδωκε τοῖς
πολιορκοῦσιν ἀφορμὰς μείζονας εἰς τὸ νικᾶν:
εἴωθεν γάρ πως ὡς τὰ πολλὰ τὰ τοιαῦτα τῶν
πόλεων, ὅσα φύσει πιστεύεται τὸ ἐρυμνόν, ἀφυλακτεῖσθαι
καὶ ἥκιστα φροντίδι παραγρυπνεῖσθαι
στρατιωτῶν.