Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
Διοδεύων δὲ συμμαχίδα γῆν παραγγελλέτω
τοῖς στρατεύμασιν ἀπέχεσθαι τῆς χώρας, καὶ μήτ̓
ἄγειν τι μήτε φθείρειν: ἀφειδὲς γὰρ πλῆθος
ἅπαν ἐν ὅπλοις, ὅτ̓ ἂν ἔχῃ τὴν τοῦ δύνασθαί τι
ποιεῖν ἐξουσίαν, καὶ ἡ ἐγγὺς ὄψις ἀγαθῶν
δελεάζει τοὺς ἀλογίστους ἐπὶ πλεονεξίαν: μικραὶ
δὲ προφάσεις ἢ ἀπηλλοτρίωσαν συμμάχους ἢ καὶ
παντελῶς ἐξεπολέμωσαν.