Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὅθεν, εἰ καὶ παρὰ πολλοῖς φανείη νενοημένα τὰ
παῤ ἐμοῦ συντεταγμένα, καὶ κατὰ τοῦτο ἂν
ἡσθείην, ὅτι μὴ μόνον στρατηγικὰς συνεταξάμην
[p. 370]
ὑφηγήσεις, ἀλλὰ καὶ στρατηγικῆς ἐστοχασάμην
καὶ τῆς ἐν αὐτοῖς φρονήσεως, εὐτυχοίην τ̓ ἄν, εἰ,
ἃ δὴ Ῥωμαίοις δυνάμει καὶ δἰ ἔργων πέπρακται,
ταῦτ̓ ἐγὼ λόγῳ περιλαβεῖν ἱκανὸς εἶναι παρὰ
τοιούτοις ἀνδράσι δοκιμασθείην.