Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
Ἐὰν δ̓ ἐπὶ τῶν αὐτῶν μένων εἰς ὄψιν ἔρχηταί
ποτε τῷ τῶν πολεμίων στρατηγῷ, κοινολογησόμενος,
[p. 420]
ὡς αὐτὸς εἰπεῖν ἢ ἀκοῦσαί τι βουλόμενος,
ἐκλεξάμενος τοὺς κρατίστους καὶ ἀξιοπρεπεστάτους
τῶν νέων, εὐρώστους καλοὺς μεγάλους,
ὅπλοις διαπρεπέσι κοσμήσας ἔχων περὶ
αὑτὸν ἀπαντάτω: πολλάκις γὰρ τοιόνδε τὸ
πᾶν ἀπὸ μέρους ὀφθέντος ἠλπίσθη, καὶ οὐκ ἐξ
ὧν ἤκουσεν ὁ στρατηγὸς ἐπείσθη, τί δεῖ ποιεῖν,
ἀλλ̓ ἐξ ὧν εἶδεν ἐφοβήθη.
ζ. Περὶ αὐτομόλων