Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
διὸ χρὴ πλέον τῷ σχήματι τοῦ
προσώπου στρατηγεῖν τὴν τοῦ πλήθους εὐθυμίαν
ἢ τοῖς λόγοις παρηγορεῖν: λόγοις μὲν γὰρ πολλοὶ
καὶ ἠπίστησαν ὡς τοῦ καιροῦ πεπλασμένοις
εἵνεκεν, ὄψιν δὲ θαρσοῦσαν ἀνυπόκριτον εἶναι
νομίζοντες ἐπιστώσαντο τὴν ἀφοβίαν: ἀγαθὴ δὲ
ἡ ἐξ ἀμφοῖν ἐπιστήμη τοῦ τε εἰπεῖν, ἃ δεῖ,
καὶ ὀφθῆναι, ὁποῖον δεῖ.