Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐν δὲ ταῖς χειμασίαις γυμναζέτω τὰ
στρατόπεδα καὶ πολεμικὰ καὶ σύντροφα ποιείσθω
τοῖς δεινοῖς, μήτ̓ ἀργεῖν ἐῶν μήτε ῥᾳθυμεῖν:
ἡ μὲν γὰρ ἀργία τὰ σώματα μαλθακὰ καὶ ἀσθενῆ
κατεσκεύασεν, ἡ δὲ ῥᾳθυμία τὰς ψυχὰς ἀνάνδρους
καὶ δειλὰς ἐποίησεν: αἱ γὰρ ἡδοναὶ δελεάζουσαι
τῷ καθ̓ ἡμέραν συνήθει τὰς ἐπιθυμίας διαφθείρουσι
καὶ τὸν εὐτολμότατον.