Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
ἄφρων δὲ καὶ ἀτελής,
ὅστις ἂν πρὸ τοῦ δέοντος εἰς τὸ πλῆθος ἀνακοινώσηται
τὴν πρᾶξιν: οἱ γὰρ πονηροὶ μάλιστα περὶ
τοὺς τοιούτους αὐτομολοῦσι καιρούς, παῤ οὓς
ἐροῦντές τι καὶ μηνύσοντες οἴονται τιμῆς καὶ
δωρεᾶς τεύξεσθαι παρὰ τῶν πολεμίων: οὐκ
ἔστιν δ̓ ἀφ̓ οὗ στρατεύματος οὐκ ἀποδιδράσκουσι
πρὸς ἀλλήλους δοῦλοί τε καὶ ἐλεύθεροι κατὰ
πολλὰς προφάσεις, ἃς ἀνάγκη παρέχεσθαι πόλεμον.
[p. 428]
ι. Περὶ τῆς πρὸ μάχης ἐπισκέψεως τῶν ἱερῶν