Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
καὶ γὰρ ἐκείνων, ὅταν ὁ πρῶτος ἄρῃ τὸν φρυκτόν,
ὁ δεύτερος τῷ μετ̓ αὐτὸν ἐπύρσευσεν, εἶθ̓
ὁ τρίτος τῷ τετάρτῳ, καὶ τέταρτος πέμπτῳ, καὶ
πέμπτος ἕκτῳ καὶ καθ̓ ἕνα πάντες ἀλλήλοις,
ὥστ̓ ἐν ὀξεῖ διὰ μήκους σταδίων τὸ σημανθὲν
ὑπὸ τοῦ πρώτου πάντας ἐπιγνῶναι.