Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
καθάπερ
γάρ, εἴ τις ἐν πολέμοις αὐτὸς στρατευσάμενος
συνετάξατο τοιόνδε λόγον, οὐκ ἂν παρὰ τοῦτο
ἥττονος ἠξιοῦτο μαρτυρίας, ὅτι μὴ μόνον φυσικῆς
[p. 374]
ἀγχινοίας ἰδίαν εὕρεσιν εἰσηνέγκατο στρατηγημάτων,
ἀλλὰ καὶ τὰ δἰ ἄλλων εὖ πραχθέντα
μνήμῃ παραθέμενος εἰς σύνταξιν ἤγαγεν, οὕτως
οὐδ̓ ἐμαυτὸν οἴομαι τοὔλαττον ἐπαίνων οἴσεσθαι
παρὰ τοῦθ̓, ὅτι μὴ πάντα τῆς ἐμῆς ὁμολογῶ
συνέσεως εἶναι, τοὐναντίον δὲ προείληφα τόν
τ̓ ἔπαινον ἀνεπίφθονον ἕξειν καὶ τὴν πίστιν ἀσυκοφάντητον.