Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
ἐλπίσαι δ̓ ἄν τις τάχα καὶ ἀμείνους
ἔσεσθαι στρατηγοὺς τοὺς οὐκ ἔχοντας ἐνσεμνύνεσθαι
προγόνοις: οἱ μὲν γὰρ ἐπὶ πατράσι κυδαινόμενοι,
κἂν ἐλλίπωσιν, οἰόμενοι τὴν ἐκ τῶν
πρόσθεν εὔκλειάν σφισι φυλάττεσθαι πολλὰ καὶ
ῥᾳθυμότερον διοικοῦσιν, οἷς δ̓ οὐδεμία προϋπάρχει
δόξα προγόνων, οὗτοι τὴν ἐκ πατέρων
ἐλάττωσιν ἐθέλοντες ἀναπληρῶσαι τῇ σφετέρᾳ
προθυμίᾳ φιλοκινδυνότερον ἐπὶ τὰς πράξεις ἁμιλλῶνται: