Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
οὕτως γὰρ ἂν καὶ μάλιστα
μήπω τέλος εἰληφότος τοῦ πολέμου συνοίσοι
πρὸς τὰ μέλλοντα προθυμότερον ἐπὶ τὰς μάχας
αὐτῶν ἐξιόντων, εἰ μὴ νομίζομεν τοὺς μὲν θηρευτικοὺς
κύνας δελεάζειν ἀναγκαῖον εἶναι τοῖς
κυνηγοῖς αἵματι θηρίων καὶ τοῖς τοῦ συλληφθέντος
ζῴου σπλάγχνοις, τοῖς δὲ νικῶσι στρατιώταις
τὰ τῶν ἡττημένων εἰς προτροπὴν οὐ
μάλα δή τι συμφέρον ἀποδιδόναι.