Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
Ταῦτα μέντοι γιγνώσκων εὐκαίρῳ ποτὲ στρατηγίᾳ
χρησάσθω. καὶ καταστρατοπεδεύσας ἐν ὀλίγῳ
κατὰ τὸ προειρημένον σχῆμα, καί, εἰ δέοι, καὶ
συνθλίψας τὸ στράτευμα μὴ προαγέτω μήτε
δεικνύτω τοῖς ἀντεστρατοπεδευκόσι, καὶ δὴ
προκαλουμένοις εἰς μάχην μὴ ἐξαγέτω: δοκείτω
δὲ καὶ δεδιέναι.