Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
γνῴη
δ̓ ἂν αὐτὸς ἄριστα πρὸς τοὺς καιρούς, εἰ τὰ
πάντα δέοι λαμβάνειν, εἴτ̓ ἐκ μέρους, εἴτε μηθὲν
ὧν ἔτυχεν: οὔ γε μὴν ἔστι πολέμου καὶ τοῖς
κοινοῖς εἶναι χρημάτων δαψίλειαν καὶ τοῖς στρατιώταις
ἀνεπικώλυτον ὠφέλειαν: ἤδη δὲ καὶ
παρὰ τοὺς τῶν ἡττημένων πλούτους καὶ παρὰ
τὰς τῶν τόπων εὐδαιμονίας αἱ ὠφέλειαί σφισι
δαψιλέστεραι γίγνονται.
β. Περὶ αἰχμαλώτων