Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
Τῶν δ̓ ἐκ προλήψεως καὶ πρὶν ἢ συμβαλεῖν
ἐπινοουμένων στρατηγοῖς αἱ παῤ αὐτὸν τὸν τῆς
μάχης καιρὸν ἐπίνοιαι νίκης καὶ ἀντιστρατηγήσεις
ἔστιν ὅτε καὶ πλείους καὶ θαυμασιώτεραι γίγνονται
τοῖς τὴν στρατηγικὴν ἐμπειρίαν ἠσκηκόσιν,
ἃς οὐκ ἔστιν ὑποσημῆναι λόγῳ ἢ προβουλεῦσαι.