Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
Ἐπειδὴ δὲ φύσει πάντες ἄνθρωποι τοῖς μὲν δἰ
ἐμπειρίας συντετάχθαι δοκοῦσι, κἂν ἀσθενῶς
ἀπαγγέλληται, τὸ πιστὸν εἰς ἀλήθειαν ἀπονέμουσιν,
τοῖς δὲ ἀπείροις, κἂν ᾖ δυνατὰ
πραχθῆναι, διὰ τὸ ἀδοκίμαστον ἀπιστοῦσιν, ἀναγκαῖον
ἡγοῦμαι περὶ τῶν ἐν τῷδε τῷ λόγῳ στρατηγημάτων
ἠθροισμένων τοσοῦτο προειπεῖν, ὅτι
πάντα διὰ πείρας ἔργων ἐλήλυθεν καὶ ὑπὸ
ἀνδρῶν τοιούτων, ὧν ἀπόγονον ὑπάρχει Ῥωμαίων
ἅπαν τὸ γένει καὶ ἀρετῇ μέχρι τοῦ δεῦρο πρωτεῦον.