Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ὑποδεικνύτω μέντοι μὴ μόνον ἐν τοῖς τοιούτοις
χωρίοις, ὅπου κατ̓ ἀλήθειαν οὐκ ἔστι σωτηρία
τοῖς φεύγουσιν, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ καὶ πάσῃ
μάχῃ διδασκέτω διὰ πλειόνων, ὅτι τοῖς μὲν
φεύγουσι πρόδηλος ὁ ὄλεθρος, ὡς ἂν ἤδη μετ̓
ἐξουσίας ἐπικειμένων τῶν πολεμίων μηδενὸς
ἔτι δυναμένου διακωλύειν τοὺς διώκοντας πᾶν
ὃ βούλονται διαθεῖναι τοὺς φεύγοντας, τοῖς
δὲ μένουσιν ἄδηλος ὁ θάνατος ἀμυνομένοις.