previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὅτι τοὺς ψιλοὺς ἀκοντιστὰς καὶ τοξότας καὶ σφενδονιστὰς πρώτους στήσει τῆς φάλαγγος Ψιλοὺς δέ, ἀκοντιστὰς καὶ τοξότας καὶ σφενδονήτας, πρώτους πρὸ τῆς φάλαγγος τάξει: κατόπιν μὲν γὰρ ὄντες πλείονα κακὰ διαθήσουσι τοὺς ἰδίους τοὺς πολεμίους, ἐν μέσοις δ̓ αὐτοῖς ἄπρακτον ἕξουσι τὴν ἰδίαν ἐμπειρίαν, οὔθ̓ ὑποχωρεῖν ἀνὰ πόδα δυνάμενοι κατὰ τὴν ἀνάτασιν τῶν ἀκοντίων, οὔτ̓ ἐξ ἐπιδρομῆς βαλεῖν προηγουμένων ἄλλων καὶ παρὰ ποσὶν ὄντων, οὐδὲ μὴν οἱ σφενδονῆται κυκλόσε τὸν δῖνον ἀποτελεῖν τῆς σφενδόνης παρὰ πλευρὰν ἑστώτων φιλίων ὁπλιτῶν καὶ πρὸς τὸν ῥόμβον ἀντιπταιόντων, οἵ τε τοξόται προϊόντες μὲν τῶν ἄλλων εἰς αὐτὰ τὰ σώματα καὶ κατὰ σκοπὸν ἐκτοξεύουσι τὰ βέλη, μετὰ δὲ τοὺς λόχους ἐν αὐτοῖς μέσοις [p. 446] ὄντες εἰς ὕψος τοξεύουσιν, ὥστε πρὸς μὲν τὴν ἄνω φορὰν τόνον ἔχειν τὸ βέλος, αὖθις δέ, κἂν κατὰ κεφαλῆς πίπτῃ τῶν πολεμίων, ἐκλελύσθαι καὶ μὴ πάνυ τι λυπεῖν τοὺς ἐχθρούς.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: