previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ πολιορκίας

Πολιορκία δὲ στρατιωτῶν ἀνδρίαν ἐπιζητεῖ καὶ στρατηγικὴν ἐπίνοιαν καὶ μηχανημάτων παρασκευήν: ἀσφαλὴς μέντοι καὶ μὴ ἧττον ἀπροόρατος τῶν πολιορκουμένων ἔστω: τὸ γὰρ ἐπιβουλευόμενον, ὅτ̓ ἂν οἷ κακοῦ τυγχάνει γινώσκῃ, [2] τηρεῖ μᾶλλον τὸ ἐπιβουλεῦον: μὲν γὰρ ἔξω κινδύνου δοκῶν εἶναι πράττει τι τῶν προκειμένων, ὁπότ̓ ἂν αὐτῷ δόξῃ, δ̓ ἐν αὐτῷ τῷ κινδυνεύειν ὑπάρχων ζητεῖ φθάσας δρᾶσαι, ὁπότ̓ ἂν καιρὸν λάβῃ: διὸ χρὴ τὸν πολιορκοῦντα καὶ τάφρῳ καὶ χάρακι καὶ φυλακαῖς τὸ ἴδιον ἀσφαλίζεσθαι στρατόπεδον. [3] καὶ γὰρ οἱ μὲν πολιορκοῦντες, τι ἂν μέλλωσι πράττειν, ὁρῶνται τοῖς ἀπὸ τοῦ τείχους, οἱ δὲ πολιορκούμενοι πρόβλημα τὸ τεῖχος ἔχοντες ἀόρατοι πολλάκις ἐκχυθέντες διὰ πυλῶν μηχανὰς ἐνέπρησαν στρατιώτας ἐφόνευσαν , τι κατὰ χεῖράς σφισιν εἴη, τοῦτο ἐποίησαν.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: