previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ τοῦ μηδὲν παρακεκινδυνευμένον ποιεῖν τὸν στρατηγόν Τοὺς μὲν γὰρ τὰ ἴδια καθαιροῦντας ἐρύματα στρατηγοὺς ποταμοὺς διαβαίνοντας κρημνοὺς καὶ βάραθρα κατόπιν ποιουμένους τῶν φιλίων, ἵν̓ μένοντες νικῶσιν βουληθέντες φεύγειν ἀπόλωνται, οὔτε πάμπαν ἐπαινεῖν οὔτε ψέγειν ἔχω: πᾶν γὰρ τὸ παρακεκινδυνευμένον μᾶλλον τόλμης ἐστὶν γνώμης καὶ τῇ τύχῃ κεκοινώνηκε πλεῖον τῇ κρίσει. [2] ὅπου γὰρ νικῶντα δεῖ κρατεῖν ἡττηθέντα τοῖς ὅλοις ἐσφάλθαι, πῶς ἐνταῦθ̓ ἄν τις φρονήσει τὸ νικᾶν προαιρέσει τὸ ἡττᾶσθαι μαρτυρήσειεν; [3] ἐγὼ δὲ στρατιώταις μὲν ἐκ στρατεύματος φιλοτόλμως κινδυνεύειν ἐπιτρεπτέον εἶναι νομίζωκαὶ γὰρ δρῶντές τι μεῖζον ὤνησαν καὶ παθόντες οὐθὲν τοσοῦτον ἐλύπησαν—, στρατεύματι δὲ παντὶ [p. 476] τὴν ἄδηλον ἐκκυβεύειν τύχην οὐ δοκιμάζω. [4] μάλιστα δ̓ ἁμαρτάνειν οὗτοί μοι δοκοῦσιν, οἵ τινες ἐν μὲν τῷ νικᾶν ὀλίγα λυπήσειν μέλλοντες τοὺς πολεμίους, ἐν δὲ τῷ ἡττᾶσθαι μεγάλα βλάψειν τοὺς φίλους ἀποχρῶνται τοιούτοις στρατηγήμασιν. [5] Εἰ δὲ πρόδηλος μέν σφισιν ὄλεθρος εἴη, κἂν μὴ παραβόλοις ἐγχειρήσωσι στρατηγίαις, πρόδηλος δὲ καὶ τῶν πολεμίων ἡττηθέντων ἀπώλεια, τότ̓ οὐκ ἄν μοι δόξειεν ἁμαρτάνειν ἀποφράττων τὰς φυγὰς τῶν φιλίων: ἄμεινον γὰρ ἐν τῷ τολμᾶν ἐπ̓ ἀδήλῳ τῷ τάχα μηδὲ πείσεσθαί τι δεινὸν ἅμα καὶ δρᾶσαι ζητεῖν, ἐπὶ προδήλῳ τῷ μηδὲν δρῶντας ἀπολέσθαι πάντας ἀτόλμως ἡσυχάζειν. [6] ὑποδεικνύτω μέντοι μὴ μόνον ἐν τοῖς τοιούτοις χωρίοις, ὅπου κατ̓ ἀλήθειαν οὐκ ἔστι σωτηρία τοῖς φεύγουσιν, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ καὶ πάσῃ μάχῃ διδασκέτω διὰ πλειόνων, ὅτι τοῖς μὲν φεύγουσι πρόδηλος ὄλεθρος, ὡς ἂν ἤδη μετ̓ ἐξουσίας ἐπικειμένων τῶν πολεμίων μηδενὸς ἔτι δυναμένου διακωλύειν τοὺς διώκοντας πᾶν βούλονται διαθεῖναι τοὺς φεύγοντας, τοῖς δὲ μένουσιν ἄδηλος θάνατος ἀμυνομένοις. [7] οἵ τινες γὰρ πεπεισμένοι τυγχάνουσιν ἐν ταῖς παρατάξεσιν, ὡς φεύγοντες μὲν αἰσχρῶς ἀπολοῦνται, μένοντες δ̓ εὐκλεῶς τεθνήξονται, καὶ χείρον̓ [p. 478] ἀεὶ προσδοκῶσιν ἐκ τοῦ καταλιπεῖν τὴν τάξιν ἐκ τοῦ φυλάττειν, ἄριστοι κατὰ τοὺς κινδύνους ἄνδρες ἐξετάζονται. [8] διόπερ ἀγαθὸν μέν, εἰ πάντας οὕτως ἔχειν γνώμης πείσαι στρατηγός, εἰ δὲ μή, ἀλλὰ μέντοι γ̓ ὡς πλείστους: γὰρ παντελεῖς περιεποιήσατο νίκας μικροῖς ἐλαττώμασι περιέπεσε. [9] Τῶν δ̓ ἐκ προλήψεως καὶ πρὶν συμβαλεῖν ἐπινοουμένων στρατηγοῖς αἱ παῤ αὐτὸν τὸν τῆς μάχης καιρὸν ἐπίνοιαι νίκης καὶ ἀντιστρατηγήσεις ἔστιν ὅτε καὶ πλείους καὶ θαυμασιώτεραι γίγνονται τοῖς τὴν στρατηγικὴν ἐμπειρίαν ἠσκηκόσιν, ἃς οὐκ ἔστιν ὑποσημῆναι λόγῳ προβουλεῦσαι. [10] ὥσπερ γὰρ οἱ κυβερνῆται πρὸς μὲν τὸν πλοῦν ἐκ λιμένων ἀνάγονται πάντα ἐξηρτυμένοι τὰ κατὰ τὴν ναῦν, ἐπειδὰν δ̓ ἐμπέσῃ χειμών, οὐχ βούλονται ποιοῦσιν, ἀλλ̓ ἀναγκάζονται, πολλὰ καὶ πρὸς τὸν ἀπὸ τῆς τύχης ἐπείγοντα κίνδυνον εὐτόλμως παραβαλλόμενοι, καὶ οὐ τὴν ἀπὸ τῆς μελέτης εἰσφερόμενοι μνήμην, ἀλλὰ τὴν ἐκ τῶν καιρῶν βοήθειαν: οὕτως οἱ στρατηγοὶ τὴν μὲν δύναμιν ἐκτάξουσιν, ὅπως σφίσι νομίζουσι συνοίσειν, ἐπειδὰν δ̓ τοῦ πολέμου περιστῇ χειμὼν πολλὰ θραύων καὶ παραλλάττων καὶ [p. 480] ποικίλας ἐπάγων περιστάσεις, τῶν ἀποβαινόντων ἐν ὀφθαλμοῖς ὄψις ἐπιζητεῖ τὰς ἐκ τῶν καιρῶν ἐπινοίας, ἃς ἀνάγκη τῆς τύχης μᾶλλον μνήμη τῆς ἐμπειρίας ὑποβάλλει.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: