Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
πολλάκις γὰρ οἱ πολέμιοι καταφρονήσαντες
ὡς ὀλίγων ὄντων τῶν ἐναντίων,
ὄψει καὶ οὐκ ἐμπειρίᾳ στρατηγικῇ τὰ πράγματα
κρίνοντες, ῥᾳθυμότερον ἀνεστράφησαν, ἀφυλάκτως
καὶ ἀτάκτως τῆς ἰδίας προϊόντες παρεμβολῆς, ὡς
οὐ τολμησόντων σφίσι τῶν πολεμίων ἐπεξελεύσεσθαι,
ἢ καὶ τῷ χάρακι περιστάντες πολιορκοῦσιν
ἀπροσδόκητοι τοῦ μέλλοντος ἐκχυθήσεσθαι
πλήθους: ἡ δ̓ ἀνελπιστία τῶν δεινῶν
ἀμελεστέρους ἐποίησε τοὺς στρατιώτας. ἔνθα
δεῖ τὸν καιρὸν ἁρπάσαντα κατὰ πολλὰς ἐκδραμόντα
τοῦ χάρακος πυλίδας ἐν τάξει τῶν
ὑποκειμένων ἀνδρείως ἔχεσθαι πραγμάτων.