Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
αἱ γὰρ
ὄψεις τῶν ἡγεμόνων συμμετασχηματίζουσι τὰς
[p. 438]
ψυχὰς τῶν ὑποταττομένων, καὶ στρατηγοῦ μὲν
εὐθυμουμένου καὶ ἱλαρὸν βλέποντος ἀναθαρρεῖ
καὶ τὸ στρατόπεδον ὡς οὐδενὸς ὄντος δεινοῦ,
κατεπτηχότος δὲ καὶ λυπουμένου συγκαταπίπτουσι
ταῖς διανοίαις ὡς μεγάλου σφίσι κακοῦ
προφαινομένου.